§3.41.1τὰ μὲν οὖν κατὰ Κελτοὺς ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τὴν Ἀννίβου παρουσίαν ἐν τούτοις ἦν καὶ τοιαύτην εἰλήφει διέξοδον, οἵαν ἔν τε τοῖς πρὸ τοῦ καὶ νῦν διεληλύθαμεν.
ガリア人(ケルト人)をめぐる出来事は、始まりからハンニバルの到来に至るまで、このような状態にあり、我々がこれまでに、そして今、詳しく述べてきたような経過をたどった。
§3.41.2οἱ δὲ στρατηγοὶ τῶν Ῥωμαίων ἑτοιμασάμενοι τὰ πρὸς τὰς ἰδίας ἐπιβολάς, ἐξέπλεον ἐπὶ τὴν ὡραίαν ἐπὶ τὰς προκειμένας πράξεις, Πόπλιος μὲν οὖν εἰς Ἰβηρίαν ἑξήκοντα ναυσί, Τεβέριος δὲ Σεμπρώνιος εἰς Λιβύην ἑκατὸν ἑξήκοντα σκάφεσι πεντηρικοῖς.
さて、ローマの将軍たちは、それぞれの計画のために必要な準備を整えると、予定されていた作戦を実行すべく、航海に適した季節に船出をした。 すなわち、プブリウスは六十隻の船を率いてイベリアへ、ティベリウス・センプロニウスは百六十隻の五段橈船を率いてリビアへと向かった。
§3.41.3οἷς οὕτως καταπληκτικῶς ἐπεβάλετο πολεμεῖν καὶ τοιαύτας ἐποιεῖτο παρασκευὰς ἐν τῷ Λιλυβαίῳ, πάντας καὶ πανταχόθεν ἁθροίζων, ὡς εὐθέως ἐκ κατάπλου πολιορκήσων αὐτὴν τὴν Καρχηδόνα.
ティベリウスは、これら(の船)を率いて、非常に恐るべきやり方で戦争を開始しようとし、リリュバイウムにおいて、あらゆる人々を四方から招集して、到着するや直ちにカルタゴそれ自体を包囲するつもりであるかのような、そのような準備を行っていた。
§3.41.4Πόπλιος δὲ κομισθεὶς παρὰ τὴν Λιγυστίνην ἧκε πεμπταῖος ἀπὸ Πισῶν εἰς τοὺς κατὰ Μασσαλίαν τόπους,
プブリウスはリグリア沿岸を航行し、ピサから五日目でマッサリア近郊の地域に到着した。
§3.41.5καὶ καθορμισθεὶς πρὸς τὸ πρῶτον στόμα τοῦ Ῥοδανοῦ, τὸ Μασσαλιωτικὸν προσαγορευόμενον, §3.41.6ἀπεβίβαζε τὰς δυνάμεις, ἀκούων μὲν ὑπερβάλλειν ἤδη τὰ Πυρηναῖα τὸν Ἀννίβαν ὄρη, πεπεισμένος δʼ ἔτι μακρὰν ἀπέχειν αὐτὸν διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὸ πλῆθος τῶν μεταξὺ κειμένων Κελτῶν.
そして、マッサリア口と呼ばれる、ローヌ川の最初の河口に停泊すると、軍勢を上陸させた。 彼はハンニバルが既にピレネー山脈を越えつつあると聞いてはいたが、その土地の険しさと、その間に横たわる多数のケルト人の存在ゆえに、ハンニバルはまだ遠く離れた場所にいると確信していた。
§3.41.7Ἀννίβας δὲ παραδόξως τοὺς μὲν χρήμασι πείσας τῶν Κελτῶν τοὺς δὲ βιασάμενος ἧκε μετὰ τῶν δυνάμεων, δεξιὸν ἔχων τὸ Σαρδόνιον πέλαγος, ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν.
しかし、ハンニバルは予想に反して、ケルト人の一部を金銭で説得し、他の者たちを武力で圧倒して軍勢とともに進み、右手にサルディニア海を見ながら、ローヌ川の渡河地点に到着した。
§3.41.8ὁ δὲ Πόπλιος, διασαφηθέντος αὐτῷ παρεῖναι τοὺς ὑπεναντίους, τὰ μὲν ἀπιστῶν διὰ τὸ τάχος τῆς παρουσίας, τὰ δὲ βουλόμενος εἰδέναι τὴν ἀκρίβειαν, αὐτὸς μὲν ἀνελάμβανε τὰς δυνάμεις ἐκ τοῦ πλοῦ καὶ διενοεῖτο μετὰ τῶν χιλιάρχων ποίοις χρηστέον τῶν τόπων καὶ συμμικτέον τοῖς ὑπεναντίοις·
プブリウスは、敵が近くに到来したという報告を受けると、その到来の素早さゆえに、一方ではそれを信じられず、他方では正確な真実を知りたいと望んだため、自らは兵士たちを航海から休息させ(回復させ)、どの地形を利用して敵と交戦すべきかを軍事司令官(千人隊長)たちと熟考した。
§3.41.9τριακοσίους δὲ τῶν ἱππέων ἐξαπέστειλε τοὺς ἀνδρωδεστάτους, συστήσας μετʼ αὐτῶν καθηγεμόνας ἅμα καὶ συναγωνιστὰς Κελτούς, οἳ παρὰ τοῖς Μασσαλιώταις ἐτύγχανον μισθοφοροῦντες.
そして、自らの騎兵のうち最も勇敢な三百人を派遣し、彼らの道案内役かつ共闘者として、マッサリア人に雇われていた一部のケルト人を同行させた。