Humanitext Reader

波利比奥斯 · 历史 §3.41.1-3.41.9

两位执政官出征与普布利乌斯派遣侦察

第 200 段,共 1311 段 · 希腊语

内容简介

在概述了高卢此前的局势后,罗马执政官普布利乌斯和提贝里乌斯·塞姆普罗尼乌斯各自起航,抵达马萨利亚的普布利乌斯得知汉尼拔的迅速逼近,遂派出骑兵进行侦察。

§3.41.1τὰ μὲν οὖν κατὰ Κελτοὺς ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τὴν Ἀννίβου παρουσίαν ἐν τούτοις ἦν καὶ τοιαύτην εἰλήφει διέξοδον, οἵαν ἔν τε τοῖς πρὸ τοῦ καὶ νῦν διεληλύθαμεν.
凯尔特人(高卢人)自始至终直至汉尼拔到来前的事务,即处于这种状态,并经历了我们此前及刚才详细叙述过的过程。
§3.41.2οἱ δὲ στρατηγοὶ τῶν Ῥωμαίων ἑτοιμασάμενοι τὰ πρὸς τὰς ἰδίας ἐπιβολάς, ἐξέπλεον ἐπὶ τὴν ὡραίαν ἐπὶ τὰς προκειμένας πράξεις, Πόπλιος μὲν οὖν εἰς Ἰβηρίαν ἑξήκοντα ναυσί, Τεβέριος δὲ Σεμπρώνιος εἰς Λιβύην ἑκατὸν ἑξήκοντα σκάφεσι πεντηρικοῖς.
罗马的将领们在为各自的行动计划做好准备后,便在适宜航行的季节出航,以执行预定的任务。 普布利乌斯率领六十艘船前往伊比利亚,提贝里乌斯·塞姆普罗尼乌斯则率领一百六十艘五段舵船前往利比亚。
§3.41.3οἷς οὕτως καταπληκτικῶς ἐπεβάλετο πολεμεῖν καὶ τοιαύτας ἐποιεῖτο παρασκευὰς ἐν τῷ Λιλυβαίῳ, πάντας καὶ πανταχόθεν ἁθροίζων, ὡς εὐθέως ἐκ κατάπλου πολιορκήσων αὐτὴν τὴν Καρχηδόνα.
提贝里乌斯以此等威势开始进行战争,并在莉莉巴伊乌姆做好了准备,从各处召集了所有人,仿佛他一登陆便能立即围攻迦太基城本身。
§3.41.4Πόπλιος δὲ κομισθεὶς παρὰ τὴν Λιγυστίνην ἧκε πεμπταῖος ἀπὸ Πισῶν εἰς τοὺς κατὰ Μασσαλίαν τόπους,
普布利乌斯沿着利古里亚海岸航行,从比萨出发,于第五天抵达马萨利亚附近地区。
§3.41.5καὶ καθορμισθεὶς πρὸς τὸ πρῶτον στόμα τοῦ Ῥοδανοῦ, τὸ Μασσαλιωτικὸν προσαγορευόμενον, §3.41.6ἀπεβίβαζε τὰς δυνάμεις, ἀκούων μὲν ὑπερβάλλειν ἤδη τὰ Πυρηναῖα τὸν Ἀννίβαν ὄρη, πεπεισμένος δʼ ἔτι μακρὰν ἀπέχειν αὐτὸν διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὸ πλῆθος τῶν μεταξὺ κειμένων Κελτῶν.
他在罗讷河的第一个河口(被称为马萨利亚河口)抛锚停泊,并让军队登陆。 他虽然听说汉尼拔已经开始翻越比利牛斯山脉,但确信由于地势险要以及其间阻隔着众多凯尔特人,汉尼拔距离此地还很遥远。
§3.41.7Ἀννίβας δὲ παραδόξως τοὺς μὲν χρήμασι πείσας τῶν Κελτῶν τοὺς δὲ βιασάμενος ἧκε μετὰ τῶν δυνάμεων, δεξιὸν ἔχων τὸ Σαρδόνιον πέλαγος, ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν.
然而,汉尼拔出人意料地,用金钱说服了部分凯尔特人,并用武力降服了其余的人,率军抵达罗讷河的渡口,其右侧紧邻撒丁海。
§3.41.8ὁ δὲ Πόπλιος, διασαφηθέντος αὐτῷ παρεῖναι τοὺς ὑπεναντίους, τὰ μὲν ἀπιστῶν διὰ τὸ τάχος τῆς παρουσίας, τὰ δὲ βουλόμενος εἰδέναι τὴν ἀκρίβειαν, αὐτὸς μὲν ἀνελάμβανε τὰς δυνάμεις ἐκ τοῦ πλοῦ καὶ διενοεῖτο μετὰ τῶν χιλιάρχων ποίοις χρηστέον τῶν τόπων καὶ συμμικτέον τοῖς ὑπεναντίοις· §3.41.9τριακοσίους δὲ τῶν ἱππέων ἐξαπέστειλε τοὺς ἀνδρωδεστάτους, συστήσας μετʼ αὐτῶν καθηγεμόνας ἅμα καὶ συναγωνιστὰς Κελτούς, οἳ παρὰ τοῖς Μασσαλιώταις ἐτύγχανον μισθοφοροῦντες.
普布利乌斯在得知敌军已抵达的报告后,一方面因其到来的迅速而不敢置信,另一方面又渴望查明真相,于是他自己让军队从航行中休整(恢复体力),并与军团司令官(千夫长)们商讨应当利用何种地形与敌军交战;随后,他派遣了最勇敢的三百名骑兵,并让一些恰好在马萨利亚人手下担任雇佣兵的凯尔特人与他们同行,作为向导和战友。

词汇与语法注释

  1. 3.41.2ἐπὶ τὴν ὡραίαν — 省略了名词 ὥραν 的宾格惯用表达。意为“在适宜航行的季节”或“在春夏季的航海期”。
  2. 3.41.3οἷς — 关系代词,指代前文 §3.41.2 末尾的 ἑκατὸν ἑξήκοντα σκάφεσι πεντηρικοῖς,作手段或伴随与格,译为“率领这些(船只/军势)”。
  3. 3.41.4πεμπταῖος — 表语形容词的副词性用法。在希腊语中,表示“在第几天”的时间性形容词常常与主语一致,但在翻译时作副词用(“在第五天”)。
  4. 3.41.8διασαφηθέντος αὐτῷ παρεῖναι τοὺς ὑπεναντίους — 由分词 διασαφηθέντος 引导的属格独立结构(Genitive Absolute),其中不定式从句 παρεῖναι τοὺς ὑπεναντίους(敌军已抵达)充当该分词的逻辑主语。

引用这一段

波利比奥斯, 历史 §3.41.1-3.41.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.41.1-3.41.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。