§3.35.1ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παραχειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πεζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ μυρίους καὶ δισχιλίους.
And having accomplished the aforementioned things during the winter quarters, and having provided sufficient security for the affairs in both Libya and Iberia, when the appointed day arrived, he advanced, having about ninety thousand infantry and about twelve thousand cavalry.
§3.35.2καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης.
And having crossed the river Ebro, he subdued the tribe of the Ilurgetes and that of the Bargusii, and further the Aerenosii and the Andosini, as far as the mountains called the Pyrenees.
§3.35.3ποιησάμενος δὲ πάντας ὑφʼ ἑαυτὸν καί τινας πόλεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρʼ ἐλπίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ πολλῆς καταφθορᾶς ἀνδρῶν, §3.35.4ἡγεμόνα μὲν ἐπὶ πάσης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄννωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην· μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
And having brought them all under his subjection and taken some cities by storm—rapidly indeed and contrary to expectation, yet with many great struggles and further with much destruction of men— Hanno he left as commander over all the country on this side of the river, and also as master of the Bargusii; for he especially distrusted these latter on account of their goodwill towards the Romans.
§3.35.5ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορμώντων.
And he also detached from the force which he had, leaving for Hanno ten thousand infantry and one thousand cavalry, and to him he left the heavy baggage of those who were setting out with himself.
§3.35.6εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλπίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθʼ ἑαυτοῦ μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων, ἵνα προθύμως ἐξορμῶσι πάντες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρʼ αὐτῶν.
And he dismissed to their own homes an equal number to those aforementioned, wishing both to leave these very men well-disposed, and to point out to the rest the hope of returning home, not only to those who were serving in the army with himself, but no less also to those of the Iberians who remained at home, so that they all might set out readily if ever there should be any need of assistance from them.
§3.35.7τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννακισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβασιν, §3.35.8ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων.
And taking the rest of his army in light marching order, fifty thousand infantry and about nine thousand cavalry, he led them through the mountains called Pyrenees to the crossing of the river called Rhone, having a force not so much numerous as useful and extraordinarily trained from the continuity of the struggles in Iberia.