§3.30.1τούτων δὴ τοιούτων ὑπαρχόντων, ὁμολογούμενον ἦν κἀκεῖνο διότι Ζακανθαῖοι πλείοσιν ἔτεσιν ἤδη πρότερον τῶν κατʼ Ἀννίβαν καιρῶν ἐδεδώκεισαν αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν.
これらのことがこのようである以上、サグントゥム人がハンニバルの時代よりすでに何年も前に、自らをローマ人の信義に委ねていたということもまた、合意された事実であった。
§3.30.2σημεῖον δὲ τοῦτο μέγιστον καὶ παρʼ αὐτοῖς τοῖς Καρχηδονίοις ὁμολογούμενον ὅτι στασιάσαντες Ζακανθαῖοι πρὸς σφᾶς οὐ Καρχηδονίοις ἐπέτρεψαν, καίπερ ἐγγὺς ὄντων αὐτῶν καὶ τὰ κατὰ τὴν Ἰβηρίαν ἤδη πραττόντων, ἀλλὰ Ῥωμαίοις καὶ διὰ τούτων ἐποιήσαντο τὴν κατόρθωσιν τῆς πολιτείας.
そして、このことの最大の、かつカルタゴ人自身の間でも認められている証拠は、サグントゥム人が内紛を起こした際、カルタゴ人が近くにいてすでにイベリアの諸事を司っていたにもかかわらず、彼らではなくローマ人に調停を委ね、ローマ人を通じて国制の秩序回復を成し遂げたことである。
§3.30.3διόπερ εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν πόλεμον Καρχηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λυτατίου συνθήκας, καθʼ ἃς ἔδει τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφʼ ἑκατέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπʼ Ἀσδρούβου, καθʼ ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα ποταμὸν ἐπὶ πολέμῳ Καρχηδονίους·
それゆえ、もし誰かがサグントゥムの滅亡を戦争の原因とするならば、カルタゴ人が不当に戦争を開始したことを認めざるを得ない。 それは、双方の同盟者に対してそれぞれからの安全が確保されているべきであるとしたルタティウスの条約にも、カルタゴ人が戦争目的でエブロ川を渡ってはならないとしたハスドルバルとの合意にも反しているからである。
§3.30.4εἰ δὲ τὴν Σαρδόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτῃ χρήματα, πάντως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατʼ Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους·
しかし、もしサルディニアの奪取とそれに伴う金銭とするならば、カルタゴ人が合理的な理由に基づいてハンニバルの戦争を戦ったことを全面的に認めざるを得ない。
καιρῷ γὰρ πεισθέντες ἠμύνοντο σὺν καιρῷ τοὺς βλάψαντας.
なぜなら、彼らは形勢に屈していたが、好機を得て自分たちを害した者たちに報復したからである。