§3.16.1διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα, προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πόλεμος.
それゆえ元老院も、この想定に自らを適合させつつ、戦争が規模が大きく、長期にわたり、自国から遠く離れた場所で行われることになるだろうと予見して、イルリア地方の情勢を安定させることを決議した。
§3.16.2συνέβαινε γὰρ κατʼ ἐκείνους τοὺς καιροὺς Δημήτριον τὸν Φάριον, ἐπιλελησμένον μὲν τῶν προγεγονότων εἰς αὐτὸν εὐεργετημάτων ὑπὸ Ῥωμαίων, καταπεφρονηκότα δὲ πρότερον μὲν διὰ τὸν ἀπὸ Γαλατῶν τότε δὲ διὰ τὸν ἀπὸ Καρχηδονίων φόβον περιεστῶτα Ῥωμαίους, §3.16.3πάσας δʼ ἔχοντα τὰς ἐλπίδας ἐν τῇ Μακεδόνων οἰκίᾳ διὰ τὸ συμπεπολεμηκέναι καὶ μετεσχηκέναι τῶν πρὸς Κλεομένη κινδύνων Ἀντιγόνῳ, πορθεῖν μὲν καὶ καταστρέφεσθαι τὰς κατὰ τὴν Ἰλλυρίδα πόλεις τὰς ὑπὸ Ῥωμαίους ταττομένας, πεπλευκέναι δʼ ἔξω τοῦ Λίσσου παρὰ τὰς συνθήκας πεντήκοντα λέμβοις καὶ πεπορθηκέναι πολλὰς τῶν Κυκλάδων νήσων.
というのは、その頃、パロスのデメトリオスが、かつてローマ人から施された恩義を忘れ、以前はガリア人への恐怖、当時はカルタゴ人への恐怖がローマ人を取り巻いていたのを見て彼らを軽視するようになり、さらに、アンティゴノスとともにクレオメネスに対する危難を戦い抜き、分かち合ったことから、マケドニア王家にすべての希望を託しており、イルリア地方にあるローマの支配下の都市たちを略奪して征服し、協定に反して50隻のレムボス船を率いてリッソスを越えて航行し、キクラデス諸島の多くの島々を略奪したからである。
§3.16.4εἰς ἃ βλέποντες Ῥωμαῖοι καὶ θεωροῦντες ἀνθοῦσαν τὴν Μακεδόνων οἰκίαν ἔσπευδον ἀσφαλίσασθαι τὰ πρὸς ἕω τῆς Ἰταλίας πεπεισμένοι καταταχήσειν διορθωσάμενοι μὲν τὴν Ἰλλυριῶν ἄγνοιαν, ἐπιτιμήσαντες δὲ καὶ κολάσαντες τὴν ἀχαριστίαν καὶ προπέτειαν τὴν Δημητρίου.
ローマ人はこれらに目を向け、マケドニア王家が隆盛を誇っているのを見て、イルリア人の無知を正し、デメトリオスの恩知らずな行為と無謀さを問責し処罰すれば、先手を打つことができると確信し、イタリアの東方の防備を固めることを急いだ。
§3.16.5διεψεύσθησαν δὲ τοῖς λογισμοῖς·
しかし、彼らは思惑を誤った。
κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας, ἐξελὼν τὴν Ζακανθαίων πόλιν.
なぜならハンニバルがサグントゥムの都市を攻略することで彼らに先んじたからである。
§3.16.6καὶ παρὰ τοῦτο συνέβη τὸν πόλεμον οὐκ ἐν Ἰβηρίᾳ, πρὸς αὐτῇ δὲ τῇ Ῥώμῃ καὶ κατὰ πᾶσαν γενέσθαι τὴν Ἰταλίαν.
そしてこのことが原因で、戦争はイベリアではなく、ローマの間近、かつイタリア全土で行われるという事態になった。
§3.16.7οὐ μὴν ἀλλὰ τούτοις χρησάμενοι τοῖς διαλογισμοῖς Ῥωμαῖοι μὲν ὑπὸ τὴν ὡραίαν Λεύκιον τὸν Αἰμίλιον ἐξαπέστειλαν μετὰ δυνάμεως ἐπὶ τὰς κατὰ τὴν Ἰλλυρίδα πράξεις κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκα
とはいえ、ローマ人はこれらの考えに基づいて、初夏に、ルキウス・アエミリウスを軍勢とともにイルリアでの軍事行動のために派遣した。 それは第百…の第1年にあたる時期であった。