§3.15.1οἱ δὲ Ζακανθαῖοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδονίοις τῶν κατʼ Ἰβηρίαν πραγμάτων.
一方、サグントゥム人は、一方では自らの身を案じて将来を見越し、他方ではイベリアにおけるカルタゴ人の諸事が順調に進展していることをローマ人に気づかれぬままにしておくまいと望んで、絶えずローマに使者を送っていた。
§3.15.2Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσπιπτόντων.
ローマ人はそれまで彼らの訴えを何度も聞き流していたが、その時になって、届いている情報について調査するために使節を派遣した。
§3.15.3Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πεποιημένος ὑφʼ αὑτὸν οὓς προέθετο παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάσων εἰς Καινὴν πόλιν, ἥτις ὡσανεὶ πρόσχημα καὶ βασίλειον ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις.
同じ頃、ハンニバルは意図していた諸部族を服属させ終えて、軍勢を率いて冬営のために再び「新都市」に到着していた。 この都市は、イベリア地方におけるカルタゴ人のいわば拠点であり、首府であった。
§3.15.4καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐνεστώτων.
彼はローマからの使節団を迎えると、会談に応じ、当面の問題について詳しく耳を傾けた。
§3.15.5Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακανθαίων ἀπέχεσθαι — κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφετέρᾳ πίστει — καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν κατὰ τὰς ἐπʼ Ἀσδρούβου γενομένας ὁμολογίας.
さて、ローマ人は、サグントゥム人から手を引くこと――なぜなら彼らはローマの保護下にあるからである――、そしてハスドルバルの時に結ばれた協定に従ってエブロ川を渡らないことを強く要求した。
§3.15.6ὁ δʼ Ἀννίβας, ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δʼ ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, §3.15.7πρὸς μὲν ἐκείνους, ὡς κηδόμενος Ζακανθαίων, ἐνεκάλει Ῥωμαίοις διότι μικροῖς ἔμπροσθεν χρόνοις, στασιαζόντων αὐτῶν, λαβόντες τὴν ἐπιτροπὴν [εἰς τὸ διαλῦσαι] ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων·
しかしハンニバルは、若く、闘志に満ちあふれ、自らの企てにおいて成功を収めており、かねてよりローマ人への敵意に駆り立てられていたため、ローマ人に対しては、あたかもサグントゥム人の身を案じているかのように装い、少し前に彼らの間で内紛があった際、調停の委任を受けながら指導者の一部を不当に殺害したとして非難した。
οὓς οὐ περιόψεσθαι παρεσπονδημένους· πάτριον γὰρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν·
そして、誓約を破られた彼らを見過ごすつもりはない、なぜなら不当に扱われている者を誰も見過ごさないことはカルタゴ人の祖先伝来の習わしだからである、と主張した。
§3.15.8πρὸς δὲ Καρχηδονίους διεπέμπετο, πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφʼ αὑτοὺς ταττομένων ἀδικοῦσι.
一方、カルタゴ本国に対しては使者を送り、サグントゥム人がローマとの同盟関係を頼みにして、カルタゴの支配下にある人々の一部を不当に害しているが、どうすべきかを尋ねた。
§3.15.9καθόλου δʼ ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου·
総じて彼は、理性を欠き、激しい怒りに満ちていた。
διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δʼ εἰς προφάσεις ἀλόγους·
それゆえ、真の原因を用いようとはせず、不合理な口実へと逃げ込んだ。
ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος.
これは、あらかじめ抱いている衝動のせいで義務を軽んじる人々が、往々にして行うことである。
§3.15.10πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀποδοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοῖς καιροῖς συνεπιθέμενοι πρότερον ἀδίκως παρʼ αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι πολεμήσειν;
ローマ人が自分たちにサルディニアと、それに伴って課された貢納金――かつてローマ人が好機に乗じて不当に奪い取ったものであるが――を返還すべきであると主張し、さもなければ戦争を開始すると宣言する方が、どれほど優れていただろうか。
§3.15.11νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δʼ οὐχ ὑπάρχουσαν περὶ Ζακανθαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου.
しかし実際には、存在する真の原因については沈黙を守り、サグントゥム人をめぐる存在もしない原因をでっち上げることで、彼は不合理であるだけでなく、それ以上に不当なやり方で戦争を開始しているように見えた。
§3.15.12οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα, τὰ παραπλήσια θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους·
一方、ローマの使節たちは、戦争をしなければならないことをはっきりと悟り、同様の警告をして彼らをも証人とするために、カルタゴへと出航した。
§3.15.13οὐ μὴν ἐν Ἰταλίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλʼ ἐν Ἰβηρίᾳ, χρήσεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακανθαίων πόλει.
もっとも、彼らはイタリアで戦うことになるとは予想しておらず、むしろイベリアで戦うことになると思っており、サグントゥムの都市を戦争の拠点として利用するつもりでいた。