§3.17.1τοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος.
第百四十回オリンピアードの[第一年にあたる時期であった]。
Ἀννίβας δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐκ τῆς Καινῆς πόλεως προῆγε, ποιούμενος τὴν πορείαν ἐπὶ τὴν Ζάκανθαν.
ハンニバルは軍勢とともにカルタゴ・ノウァから出発し、サグントゥムへと進軍した。
§3.17.2ἡ δὲ πόλις αὕτη κεῖται μὲν ἐπὶ τῷ πρὸς θάλατταν καθήκοντι πρόποδι τῆς ὀρεινῆς τῆς συναπτούσης τὰ πέρατα τῆς Ἰβηρίας καὶ Κελτιβηρίας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.
この都市は、イベリアとケルティベリアの境界をつなぐ山脈の、海へと伸びる麓に位置しており、海からは約7スタディオン離れている。
§3.17.3νέμονται δὲ χώραν οἱ κατοικοῦντες αὐτὴν πάμφορον καὶ διαφέρουσαν ἀρετῇ πάσης τῆς Ἰβηρίας.
その住民は、あらゆる作物が豊かに実り、イベリアの他のすべての土地よりも肥沃さにおいて勝る土地を領有している。
§3.17.4ᾗ τότε παραστρατοπεδεύσας Ἀννίβας ἐνεργὸς ἐγίνετο περὶ τὴν πολιορκίαν, πολλὰ προορώμενος εὔχρηστα πρὸς τὸ μέλλον ἐκ τοῦ κατὰ κράτος ἑλεῖν αὐτήν.
そこに当時、ハンニバルは陣を敷き、力攻めによってこの都市を攻略できれば将来に向けて多くの有益なことがあると予見して、熱心に包囲戦に取りかかった。
§3.17.5πρῶτον μὲν γὰρ ὑπέλαβε παρελέσθαι Ῥωμαίων τὴν ἐλπίδα τοῦ συστήσασθαι τὸν πόλεμον ἐν Ἰβηρίᾳ· δεύτερον δὲ καταπληξάμενος ἅπαντας εὐτακτοτέρους μὲν ἐπέπειστο παρασκευάσειν τοὺς ὑφʼ αὐτὸν ἤδη ταττομένους, εὐλαβεστέρους δὲ τοὺς ἀκμὴν αὐτοκράτορας ὄντας τῶν Ἰβήρων,
というのも、第一に、彼はローマ人からイベリアで戦争を遂行するという希望を奪うことができると考えたからであり、第二に、すべての人々を震え上がらせることで、すでに支配下にある者たちをより従順にし、いまだ自立しているイベリア人たちをより慎重にさせることができると確信したからである。
§3.17.6τὸ δὲ μέγιστον, οὐδὲν ἀπολιπὼν ὄπισθεν πολέμιον ἀσφαλῶς ποιήσεσθαι τὴν εἰς τοὔμπροσθεν πορείαν.
そして最も重要なこととして、背後に敵を一切残さずに、前方への進軍を安全に行うことができると考えたからである。
§3.17.7χωρίς τε τούτων εὐπορήσειν μὲν χορηγιῶν αὐτὸς ὑπελάμβανεν πρὸς τὰς ἐπιβολάς, προθυμίαν δʼ ἐνεργάσεσθαι ταῖς δυνάμεσιν ἐκ τῆς ἐσομένης ἑκάστοις ὠφελείας, προκαλέσεσθαι δὲ τὴν εὔνοιαν τῶν ἐν οἴκῳ Καρχηδονίων διὰ τῶν ἀποσταλησομένων αὐτοῖς λαφύρων.
これらに加えて、彼自身が自らの企てのための補給物資を豊富に得られると考え、また、各人に与えられることになる分け前によって軍勢に熱意を植え付けることができ、さらに、本国のカルタゴ人たちに送られることになる戦利品によって彼らの好意を引き出すことができると考えたからである。
§3.17.8τοιούτοις δὲ χρώμενος διαλογισμοῖς ἐνεργῶς προσέκειτο τῇ πολιορκίᾳ, τοτὲ μὲν ὑπόδειγμα τῷ πλήθει ποιῶν αὑτὸν καὶ γινόμενος αὐτουργὸς τῆς ἐν τοῖς ἔργοις ταλαιπωρίας, ἔστι δʼ ὅτε παρακαλῶν τὰ πλήθη καὶ παραβόλως διδοὺς αὑτὸν εἰς τοὺς κινδύνους.
このような思惑のもとに、彼は精力的に包囲戦に専念し、ある時には自ら兵士たちの手本となって作業の苦労を自ら買って出て働き、またある時には兵士たちを励まし、自ら危険のただ中へ大胆に身を投じた。
§3.17.9πᾶσαν δὲ κακοπάθειαν καὶ μέριμναν ὑπομείνας τέλος ἐν ὀκτὼ μησὶ κατὰ κράτος εἷλε τὴν πόλιν.
あらゆる困苦と心労に耐え抜いた末、ついに8ヶ月目に力攻めによってこの都市を攻略した。
§3.17.10κύριος δὲ γενόμενος χρημάτων πολλῶν καὶ σωμάτων καὶ κατασκευῆς τὰ μὲν χρήματʼ εἰς τὰς ἰδίας ἐπιβολὰς παρέθετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τὰ δὲ σώματα διένειμε κατὰ τὴν ἀξίαν ἑκάστοις τῶν συστρατευομένων, τὴν δὲ κατασκευὴν παραχρῆμα πᾶσαν ἐξέπεμψε τοῖς Καρχηδονίοις.
多額の資金と多くの捕虜、および調度品を手に入れた彼は、資金については当初の意図通りに自らの企てのために取り置き、捕虜については従軍した者たち一人ひとりに功績に応じて分配し、調度品については直ちにそのすべてをカルタゴ人たちに送り届けた。
§3.17.11ταῦτα δὲ πράξας οὐ διεψεύσθη τοῖς λογισμοῖς οὐδʼ ἀπέτυχε τῆς ἐξ ἀρχῆς προθέσεως, ἀλλὰ τούς τε στρατιώτας προθυμοτέρους ἐποίησε πρὸς τὸ κινδυνεύειν, τούς τε Καρχηδονίους ἑτοίμους παρεσκεύασε πρὸς τὸ παραγγελλόμενον, αὐτός τε πολλὰ τῶν χρησίμων μετὰ ταῦτα κατειργάσατο διὰ τῆς τῶν χορηγιῶν παραθέσεως.
これらのことを行い、彼は思惑を誤ることもなく、当初の意図を仕損じることもなかった。 それどころか、兵士たちを危険に立ち向かうことに対してより熱心にさせ、カルタゴ人たちを命令に従う準備ができた状態にさせ、彼自身も、その後、取り置いた補給物資によって多くの有益なことを成し遂げた。