Humanitext Reader

波利比奥斯 · 历史 §3.16.1-3.16.7

罗马安定伊利里亚的决议与德米特里的背叛

第 175 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院预见到与迦太基的战争将长期化且远离本土,决定首先整顿伊利里亚局势以确保东部安全。当时法罗斯的德米特里乘罗马面临高卢和迦太基威胁之机,大肆掠夺罗马治下的城市,但汉尼拔迅速攻占萨贡托打乱了罗马人的计划,导致战争最终在意大利本土爆发。

§3.16.1διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα, προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πόλεμος.
因此,元老院也顺应这一设想,预见到这场战争将是规模巨大、旷日持久且远离本土的,决定巩固伊利里亚的局势。
§3.16.2συνέβαινε γὰρ κατʼ ἐκείνους τοὺς καιροὺς Δημήτριον τὸν Φάριον, ἐπιλελησμένον μὲν τῶν προγεγονότων εἰς αὐτὸν εὐεργετημάτων ὑπὸ Ῥωμαίων, καταπεφρονηκότα δὲ πρότερον μὲν διὰ τὸν ἀπὸ Γαλατῶν τότε δὲ διὰ τὸν ἀπὸ Καρχηδονίων φόβον περιεστῶτα Ῥωμαίους, §3.16.3πάσας δʼ ἔχοντα τὰς ἐλπίδας ἐν τῇ Μακεδόνων οἰκίᾳ διὰ τὸ συμπεπολεμηκέναι καὶ μετεσχηκέναι τῶν πρὸς Κλεομένη κινδύνων Ἀντιγόνῳ, πορθεῖν μὲν καὶ καταστρέφεσθαι τὰς κατὰ τὴν Ἰλλυρίδα πόλεις τὰς ὑπὸ Ῥωμαίους ταττομένας, πεπλευκέναι δʼ ἔξω τοῦ Λίσσου παρὰ τὰς συνθήκας πεντήκοντα λέμβοις καὶ πεπορθηκέναι πολλὰς τῶν Κυκλάδων νήσων.
因为在那个时候,法罗斯的德米特里不仅忘记了罗马人先前对他的恩惠,而且由于先前高卢人以及当时迦太基人带给罗马人的恐惧包围着罗马人,因而对罗马人产生了轻视;他又因为曾与安提柯一同作战、共同分担对抗克莱奥梅尼的危险,而将全部希望寄托在马其顿王室身上,他正在掠夺并征服伊利里亚境内处于罗马治下的城市,并且违反协定率领五十艘轻捷船航行至利索斯之外,掠夺了基克拉泽斯群岛的许多岛屿。
§3.16.4εἰς ἃ βλέποντες Ῥωμαῖοι καὶ θεωροῦντες ἀνθοῦσαν τὴν Μακεδόνων οἰκίαν ἔσπευδον ἀσφαλίσασθαι τὰ πρὸς ἕω τῆς Ἰταλίας πεπεισμένοι καταταχήσειν διορθωσάμενοι μὲν τὴν Ἰλλυριῶν ἄγνοιαν, ἐπιτιμήσαντες δὲ καὶ κολάσαντες τὴν ἀχαριστίαν καὶ προπέτειαν τὴν Δημητρίου.
罗马人看到这些情况,又目睹马其顿王室正在兴盛,确信通过纠正伊利里亚人的无知,并惩戒和处罚德米特里的忘恩负义与鲁莽行为,他们将能够先发制人,于是急于巩固意大利东部的安全。
§3.16.5διεψεύσθησαν δὲ τοῖς λογισμοῖς· κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας, ἐξελὼν τὴν Ζακανθαίων πόλιν.
但他们的算计落空了;因为汉尼拔通过攻占萨贡托城,抢在他们前面采取了行动。
§3.16.6καὶ παρὰ τοῦτο συνέβη τὸν πόλεμον οὐκ ἐν Ἰβηρίᾳ, πρὸς αὐτῇ δὲ τῇ Ῥώμῃ καὶ κατὰ πᾶσαν γενέσθαι τὴν Ἰταλίαν.
正因如此,战争未能发生在伊比利亚,而是发生在罗马近郊以及整个意大利境内。
§3.16.7οὐ μὴν ἀλλὰ τούτοις χρησάμενοι τοῖς διαλογισμοῖς Ῥωμαῖοι μὲν ὑπὸ τὴν ὡραίαν Λεύκιον τὸν Αἰμίλιον ἐξαπέστειλαν μετὰ δυνάμεως ἐπὶ τὰς κατὰ τὴν Ἰλλυρίδα πράξεις κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκα
尽管如此,罗马人基于这些考虑,在初夏时节派遣路奇乌斯·埃米利乌斯率领军队前往伊利里亚执行军事任务,时值第一百……的第一年。

词汇与语法注释

  1. §3.16.2συνέβαινε... Δημήτριον... πορθεῖν... πεπλευκέναι... πεπορθηκέναι — 这是一个由无人称动词 συνέβαινε 引导的长大宾格不定式结构,其中 Δημήτριον τὸν Φάριον 为不定式的逻辑主语(宾格)。主要的不定式有 πορθεῖν、πεπλευκέναι 和 πεπορθηκέναι。中间的各种分词 ἐπιλελησμένον、καταπεφρονηκότα、ἔχοντα 均修饰主语德米特里。全句骨架为“当时发生了德米特里正在掠夺、已经航行、并且已经掠夺的情况”。
  2. §3.16.2περιεστῶτα Ῥωμαῖους — 动词 περιίστημι 的不及物第二完成式分词 περιεστῶτα(意为“环绕、围着”)在此处支配了宾格 Ῥωμαῖους(而非通常的双数或与格),表示“包围着罗马人的(恐惧)”。
  3. §3.16.4πεπεισμένοι καταταχήσειν — 未来不定式 καταταχήσειν(源自 καταταχέω,“抢先、占先机”)的逻辑主语因与主句主语(罗马人)一致而省略。它与主格分词 πεπεισμένοι(确信)连用,表示罗马人确信自己(在应对整体危机中)能够抢占先机。

引用这一段

波利比奥斯, 历史 §3.16.1-3.16.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.16.1-3.16.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。