Humanitext Reader

ポリュビオス · 歴史 §3.14.1-3.14.10

タゴス川での勝利とエブロ川以南の制圧

173 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルはウァッカエイ族の都市を攻略した後、帰還途中にカルペシイ族を中心とする大軍に囲まれるが、タゴス川の地形と象を巧妙に利用して大勝を収める。この勝利により、サグントゥムを除くエブロ川以南の地域がカルタゴの支配下に入った。

§3.14.1γάσατο ταῖς δυνάμεσι.
んだ。
τῷ δʼ ἐπιγινομένῳ θέρει πάλιν ὁρμήσας ἐπὶ τοὺς Οὐακκαίους Ἑλμαντικὴν μὲν ἐξ ἐφόδου ποιησάμενος προσβολὰς κατέσχεν, Ἀρβουκάλην δὲ διὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος, ἔτι δὲ τὴν γενναιότητα τῶν οἰκητόρων μετὰ πολλῆς ταλαιπωρίας πολιορκήσας κατὰ κράτος εἷλε.
翌夏、再びウァッカエイ族に対して出兵し、エルマンティケを急襲してこれを占領し、アルブカレについては、その都市の規模と人口の多さ、さらには住民の勇敢さゆえに、多大なる苦難の末に包囲して武力により攻略した。
§3.14.2μετὰ δὲ ταῦτα παραδόξως εἰς τοὺς μεγίστους ἦλθε κινδύνους ἐπανάγων, συνδραμόντων ἐπʼ αὐτὸν τῶν Καρπησίων, ὃ σχεδὸν ἰσχυρότατόν ἐστιν ἔθνος τῶν κατʼ ἐκείνους τοὺς τόπους,
その後、彼は帰還する途上で、予期せぬことに最大の危機に陥った。 カルペシイ族が彼に対して殺到したからであり、彼らはその地方の諸部族の中でほぼ最強の部族であった。
§3.14.3ὁμοίως δὲ καὶ τῶν ἀστυγειτόνων ἁθροισθέντων ἅμα τούτοις, οὓς ἠρέθισαν μάλιστα μὲν οἱ τῶν Ὀλκάδων φυγάδες, συνεξέκαυσαν δὲ καὶ τῶν ἐκ τῆς Ἑλμαντικῆς οἱ διασωθέντες.
同様に、近隣の住民たちも彼らとともに集結したが、彼らを最も扇動したのはオルカデス族の亡命者たちであり、エルマンティケの生存者たちもまたその怒りに火を注いだ。
§3.14.4πρὸς οὓς εἰ μὲν ἐκ παρατάξεως ἠναγκάσθησαν οἱ Καρχηδόνιοι διακινδυνεύειν, ὁμολογουμένως ἂν ἡττήθησαν.
彼らに対し、もしカルタゴ人が会戦において雌雄を決することを余儀なくされていたなら、誰もが認めるとおり敗北していたであろう。
§3.14.5νῦν δὲ πραγματικῶς καὶ νουνεχῶς ἐξ ὑποστροφῆς ἀναχωρήσαντος Ἀννίβου καὶ πρόβλημα ποιησαμένου τὸν Τάγον καλούμενον ποταμὸν καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν συστησαμένου τὸν κίνδυνον, ἅμα δὲ συγχρησαμένου συναγωνιστῇ τῷ ποταμῷ καὶ τοῖς θηρίοις οἷς εἶχε περὶ τετταράκοντα τὸν ἀριθμόν, συνέβη τὰ ὅλα παραδόξως καὶ κατὰ λόγον αὐτῷ χωρῆσαι.
しかし実際には、ハンニバルは巧みかつ賢明に引き返して退却し、タゴスと呼ばれる川を障壁とし、川の渡河地点をめぐって戦いを組織し、同時に、川と自分が擁していた約四十頭の象を共闘者として活用したため、すべての事態が予期せぬ、かつ理にかなった形で彼の有利に運ぶこととなった。
§3.14.6τῶν γὰρ βαρβάρων ἐπιβαλομένων κατὰ πλείους τόπους βιάζεσθαι καὶ περαιοῦσθαι τὸν ποταμόν, τὸ μὲν πλεῖστον αὐτῶν μέρος διεφθάρη περὶ τὰς ἐκβάσεις, παραπορευομένων τῶν θηρίων παρὰ τὸ χεῖλος καὶ τοὺς ἐκβαίνοντας ἀεὶ προκαταλαμβανόντων·
というのも、野蛮人たちが複数の場所から無理に進んで川を渡ろうと試みたところ、その大部分は対岸への登り口の周辺で殲滅された。 象が岸に沿って巡回し、上がってくる者を常に先回りして阻んだからである。
§3.14.7πολλοὶ δὲ κατʼ αὐτὸν τὸν ποταμὸν ὑπὸ τῶν ἱππέων ἀπώλοντο διὰ τὸ κρατεῖν μὲν μᾶλλον τοῦ ῥεύματος τοὺς ἵππους, ἐξ ὑπερδεξίου δὲ ποιεῖσθαι τὴν μάχην τοὺς ἱππέας πρὸς τοὺς πεζούς.
また、多くの者が川そのものの中で騎兵によって滅ぼされた。 これは、馬の方が流れに耐えることができ、また騎兵が歩兵に対して有利な高い位置から戦闘を行ったためである。
§3.14.8τέλος δὲ τοὔμπαλιν ἐπιδιαβάντες οἱ περὶ τὸν Ἀννίβαν ἐπὶ τοὺς βαρβάρους ἐτρέψαντο πλείους ἢ δέκα μυριάδας ἀνθρώπων.
最後には、ハンニバルの軍勢が今度は川を渡って野蛮人たちに襲いかかり、十万人以上の敵を敗走させた。
§3.14.9ὧν ἡττηθέντων οὐδεὶς ἔτι τῶν ἐντὸς Ἴβηρος ποταμοῦ ῥᾳδίως πρὸς αὐτοὺς ἀντοφθαλμεῖν ἐτόλμα πλὴν Ζακανθαίων.
彼らが敗北したため、エブロ川のこちら側にいる者で、サグントゥム人を除いては、もはや容易に彼らに対抗しようとする者は誰もいなかった。
§3.14.10ταύτης δὲ τῆς πόλεως ἐπειρᾶτο κατὰ δύναμιν ἀπέχεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν ὁμολογουμένην δοῦναι τοῦ πολέμου Ῥωμαίοις, ἕως τἄλλα πάντα βεβαίως ὑφʼ αὑτὸν ποιήσαιτο κατὰ τὰς Ἀμίλκου τοῦ πατρὸς ὑποθήκας καὶ παραινέσεις.
ハンニバルはこの都市に対しては、父ハミルカルの訓戒や勧告に従って、他のすべての地域を確実に自己の配下に収めるまでは、ローマ人に戦争の明白な口実を与えないことを望み、できる限り手を出さないよう努めていた。

語釈・文法注

  1. 3.14.1Ἑλμαντικὴν μὲν ἐξ ἐφόδου ποιησάμενος προσβολὰς κατέσχεν — 分詞 ποιησάμενος は ἐξ ἐφόδου(急襲すること)を目的語的に伴って「急襲を行って」の意味になり、主要動詞 κατέσχεν の直接目的語が Ἑλμαντικὴν(エルマンティケを)となる構造。προσβολάς(攻撃)は ποιησάμενος または κατέσχεν と連動する修飾的な付随概念として機能している。
  2. 3.14.2συνδραμόντων ἐπʼ αὐτὸν τῶν Καρπησίων — 独立属格(genitive absolute)構文。主節の動詞 ἦλθε κινδύνους(危機に陥った)に対して、その原因または状況(カルペシイ族が押し寄せたこと)を説明している。
  3. 3.14.4εἰ μὲν ἐκ παρατάξεως ἠναγκάσθησαν... ἂν ἡττήθησαν — 過去の事実に反する仮定(反実仮想)。条件節の「εἰ + 直説法過去(ἠναγκάσθησαν)」と帰結節の「ἄν + 直説法過去(ἂν ἡττήθησαν)」の組み合わせにより、「もし彼らが会戦を強いられていたならば、敗北していただろう(実際は回避したため敗北しなかった)」という意味を表す。
  4. 3.14.5πραγματικῶς καὶ νουνεχῶς ἐξ ὑποστροφῆς ἀναχωρήσαντος Ἀννίβου — 主節の非人称動詞的表現 συνέβη(〜ということになった)に対して、ハンニバルの一連の戦術的行動を示す4つの属格分詞(ἀναχωρήσαντος, ποιησαμένου, συστησαμένου, συγχρησαμένου)が独立属格として並列され、複雑な長文の骨格をなしている。
  5. 3.14.10ἕως τἄλλα πάντα βεβαίως ὑφʼ αὑτοὺς ποιήσαιτο — 主節の過去の動詞(ἐπειρᾶτο)に対応して、目的や予想を表す時間節「ἕως」のなかで希求法(ποιήσαιτο)が用いられている(時制の一致)。複数形の ὑφʼ αὑτοὺς(自分たちの配下に)は、ハンニバル個人だけでなく彼の率いるカルタゴ側全体を包括的に指している。

この箇所を引用する

ポリュビオス, 歴史 §3.14.1-3.14.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.14.1-3.14.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。