Humanitext Reader

波利比奥斯 · 历史 §3.15.1-3.15.13

罗马使节就萨贡托问题会见汉尼拔

第 174 段,共 1311 段 · 希腊语

内容简介

萨贡托人向罗马求援,罗马使者前往新迦太基与汉尼拔交涉,但怀有敌意的汉尼拔编造不合理借口指责罗马,并一步步走向战争。

§3.15.1οἱ δὲ Ζακανθαῖοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδονίοις τῶν κατʼ Ἰβηρίαν πραγμάτων.
一方,萨贡托人不断向罗马派遣使者,一方面是出于对自身安危的担忧并预见未来,另一方面也是不希望罗马人忽视迦太基人在伊比利亚事务的顺利进展。
§3.15.2Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσπιπτόντων.
罗马人在此前多次对他们不予理睬,此时才派遣使者去调查所传来的情况。
§3.15.3Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πεποιημένος ὑφʼ αὑτὸν οὓς προέθετο παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάσων εἰς Καινὴν πόλιν, ἥτις ὡσανεὶ πρόσχημα καὶ βασίλειον ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις.
大约在同一时间,汉尼拔在降服了他所意图的目标后,再次率领军队来到“新城”过冬,这座城市可以说是在伊比利亚地区的迦太基人的据点和首府。
§3.15.4καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐνεστώτων.
他接待了来自罗马的使者,并同意与之会面,倾听了关于眼前事务的陈述。
§3.15.5Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακανθαίων ἀπέχεσθαι — κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφετέρᾳ πίστει — καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν κατὰ τὰς ἐπʼ Ἀσδρούβου γενομένας ὁμολογίας.
于是,罗马人警告他不得染指萨贡托人——因为他们处于罗马的保护之下——并且根据哈斯德鲁巴时期达成的协议,不得越过埃布罗河。
§3.15.6ὁ δʼ Ἀννίβας, ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δʼ ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, §3.15.7πρὸς μὲν ἐκείνους, ὡς κηδόμενος Ζακανθαίων, ἐνεκάλει Ῥωμαίοις διότι μικροῖς ἔμπροσθεν χρόνοις, στασιαζόντων αὐτῶν, λαβόντες τὴν ἐπιτροπὴν [εἰς τὸ διαλῦσαι] ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων· οὓς οὐ περιόψεσθαι παρεσπονδημένους· πάτριον γὰρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν·
但汉尼拔年轻气盛,满怀战争渴望,且在先前的企图中屡屡得手,加之早就对罗马人怀有敌意,对罗马人,他假装关心萨贡托人,指责罗马人在不久前萨贡托人内讧时,接受了调停的委托却不公正地处决了他们的一些首领;他声称自己不会对这些被背叛的人置之不理,因为对任何受委屈的人不置之不理是迦太基人祖传的传统。
§3.15.8πρὸς δὲ Καρχηδονίους διεπέμπετο, πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφʼ αὑτοὺς ταττομένων ἀδικοῦσι.
另一方面,他向迦太基派遣使节,询问该如何应对,借口是萨贡托人仗着与罗马的同盟关系,正在侵害处于迦太基统治下的一些臣民。
§3.15.9καθόλου δʼ ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου· διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δʼ εἰς προφάσεις ἀλόγους· ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος.
总的来说,他满腔盲目与狂怒;因此,不采用真正的原因,而是托词于不合理的借口;这正是那些因预先存在的冲动而忽视本分的人习以为常的做法。
§3.15.10πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀποδοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοῖς καιροῖς συνεπιθέμενοι πρότερον ἀδίκως παρʼ αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι πολεμήσειν;
因为如果要求罗马人归还撒丁岛以及随之强加的贡赋——那是罗马人先前乘人之危不公正地从他们那里夺走的——否则就宣称将发动战争,这该有多好?
§3.15.11νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δʼ οὐχ ὑπάρχουσαν περὶ Ζακανθαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου.
但实际情况是,他对于真实存在的原因闭口不提,却凭空捏造关于萨贡托人的借口,这使得他看起来不仅是不合理地、更是极其不公正地挑起战争。
§3.15.12οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα, τὰ παραπλήσια θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους·
罗马使者显然明白这场战争不可避免,便乘船前往迦太基,希望对他们也提出类似的严正交涉。
§3.15.13οὐ μὴν ἐν Ἰταλίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλʼ ἐν Ἰβηρίᾳ, χρήσεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακανθαίων πόλει.
不过,他们根本没有料到战争会在意大利进行,而以为会在伊比利亚,并且打算将萨贡托城作为战争的行动基地。

词汇与语法注释

  1. §3.15.1μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν — 动词 λανθάνειν 通常表示“使(某人)未察觉”并带有人称宾格,但在此处以双宾格结构呈现(人称宾格 Ῥωμαίους 与事态宾格 τὴν γινομένην εὔροιαν),意为“不想让罗马人忽视迦太基事务的顺利进展”。
  2. §3.15.5κεῖσθαι γὰρ αὐτοὺς — 尽管这是由连词 γάρ 引导的原因从句,但由于它处于由主句动词 διεμαρτύροντο 所引入的间接引语的支配之下,因此即使作为从句也继续使用宾格加不定式结构(κεῖσθαι αὐτούς)。
  3. §3.15.7οὓς οὐ περιόψεσθαι παρεσπονδημένους — 由于间接引语的延续,由关系代词 οὕς 引导的从句使用了不定式 περιόψεσθαι。分词 παρεσπονδημένους(意为“被违背誓约对待的”)作为 περιόψεσθαι(忽视、听任)的补足语分词,表示“自己不会听任这些被背叛的人遭受不公”。
  4. §3.15.10πόσῳ γὰρ ἦν ἄμεινον — 无人称过去时表达 ἦν ἄμεινον 即使不带语气词 ἄν,也表达了过去未实现或与事实相反的可能性(“……那该有多好”)。其后引导的不定式短语(οἴεσθαι δεῖν... 和 φάναι)在语义上的主语是汉尼拔(或迦太基人)。

引用这一段

波利比奥斯, 历史 §3.15.1-3.15.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.15.1-3.15.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。