§3.14.1γάσατο ταῖς δυνάμεσι.
植于军中。
τῷ δʼ ἐπιγινομένῳ θέρει πάλιν ὁρμήσας ἐπὶ τοὺς Οὐακκαίους Ἑλμαντικὴν μὲν ἐξ ἐφόδου ποιησάμενος προσβολὰς κατέσχεν, Ἀρβουκάλην δὲ διὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος, ἔτι δὲ τὴν γενναιότητα τῶν οἰκητόρων μετὰ πολλῆς ταλαιπωρίας πολιορκήσας κατὰ κράτος εἷλε.
在次年夏天,他再次出发攻打瓦卡埃人,通过发起突袭对埃尔曼蒂凯进行攻击并占领了它;而对于阿布卡莱,由于该城的规模、人口众多以及居民的勇敢,他付出了巨大的努力进行围攻,最终强攻夺取了它。
§3.14.2μετὰ δὲ ταῦτα παραδόξως εἰς τοὺς μεγίστους ἦλθε κινδύνους ἐπανάγων, συνδραμόντων ἐπʼ αὐτὸν τῶν Καρπησίων, ὃ σχεδὸν ἰσχυρότατόν ἐστιν ἔθνος τῶν κατʼ ἐκείνους τοὺς τόπους,
此后,在班师回朝的途中,他出乎意料地陷入了极大的危险之中,因为卡尔佩西人聚集起来袭击他,这几乎是那一带最强大的部落。
§3.14.3ὁμοίως δὲ καὶ τῶν ἀστυγειτόνων ἁθροισθέντων ἅμα τούτοις, οὓς ἠρέθισαν μάλιστα μὲν οἱ τῶν Ὀλκάδων φυγάδες, συνεξέκαυσαν δὲ καὶ τῶν ἐκ τῆς Ἑλμαντικῆς οἱ διασωθέντες.
同样,他们的邻近部落也与他们聚集在一起,这些部落主要是受到奥尔卡德斯亡命之徒的煽动,而埃尔曼蒂凯的幸存者也协助点燃了他们的怒火。
§3.14.4πρὸς οὓς εἰ μὲν ἐκ παρατάξεως ἠναγκάσθησαν οἱ Καρχηδόνιοι διακινδυνεύειν, ὁμολογουμένως ἂν ἡττήθησαν.
面对他们,如果迦太基人被迫在阵地战中决战,毫无疑问他们将会失败。
§3.14.5νῦν δὲ πραγματικῶς καὶ νουνεχῶς ἐξ ὑποστροφῆς ἀναχωρήσαντος Ἀννίβου καὶ πρόβλημα ποιησαμένου τὸν Τάγον καλούμενον ποταμὸν καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν συστησαμένου τὸν κίνδυνον, ἅμα δὲ συγχρησαμένου συναγωνιστῇ τῷ ποταμῷ καὶ τοῖς θηρίοις οἷς εἶχε περὶ τετταράκοντα τὸν ἀριθμόν, συνέβη τὰ ὅλα παραδόξως καὶ κατὰ λόγον αὐτῷ χωρῆσαι.
但在实际中,汉尼拔运用实际的策略和智慧,折返退却,以被称为塔古斯的河流为屏障,将交战地点设在渡河处,同时利用这条河流和自己拥有的约四十头战象作为盟友,这使得整个局势出人意料又合乎情理地朝着有利于他的方向发展。
§3.14.6τῶν γὰρ βαρβάρων ἐπιβαλομένων κατὰ πλείους τόπους βιάζεσθαι καὶ περαιοῦσθαι τὸν ποταμόν, τὸ μὲν πλεῖστον αὐτῶν μέρος διεφθάρη περὶ τὰς ἐκβάσεις, παραπορευομένων τῶν θηρίων παρὰ τὸ χεῖλος καὶ τοὺς ἐκβαίνοντας ἀεὶ προκαταλαμβανόντων·
因为当蛮族试图在多个地点强行渡河时,他们的大部分人在登岸处被消灭,因为战象沿着河岸巡视,不断拦截登岸的人。
§3.14.7πολλοὶ δὲ κατʼ αὐτὸν τὸν ποταμὸν ὑπὸ τῶν ἱππέων ἀπώλοντο διὰ τὸ κρατεῖν μὲν μᾶλλον τοῦ ῥεύματος τοὺς ἵππους, ἐξ ὑπερδεξίου δὲ ποιεῖσθαι τὴν μάχην τοὺς ἱππέας πρὸς τοὺς πεζούς.
还有许多人在河中被骑兵消灭,因为马匹更能抵御水流,而且骑兵在对付步兵时占据了地利之便。
§3.14.8τέλος δὲ τοὔμπαλιν ἐπιδιαβάντες οἱ περὶ τὸν Ἀννίβαν ἐπὶ τοὺς βαρβάρους ἐτρέψαντο πλείους ἢ δέκα μυριάδας ἀνθρώπων.
最终,汉尼拔的军队反过来渡河攻打蛮族,击溃了十多万人。
§3.14.9ὧν ἡττηθέντων οὐδεὶς ἔτι τῶν ἐντὸς Ἴβηρος ποταμοῦ ῥᾳδίως πρὸς αὐτοὺς ἀντοφθαλμεῖν ἐτόλμα πλὴν Ζακανθαίων.
在这些人失败后,除了萨贡托人,埃布罗河以南的所有人都不再敢轻易与他们对抗。
§3.14.10ταύτης δὲ τῆς πόλεως ἐπειρᾶτο κατὰ δύναμιν ἀπέχεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν ὁμολογουμένην δοῦναι τοῦ πολέμου Ῥωμαίοις, ἕως τἄλλα πάντα βεβαίως ὑφʼ αὑτὸν ποιήσαιτο κατὰ τὰς Ἀμίλκου τοῦ πατρὸς ὑποθήκας καὶ παραινέσεις.
对于这座城市,汉尼拔尽量避免与其发生冲突,因为他希望在按照父亲哈米尔卡尔的嘱托和劝告将其他一切牢牢掌控在自己手中之前,不给罗马人任何公认的战争借口。