Humanitext Reader

ポリュビオス · 歴史 §3.111.1-3.111.11

ハンニバルの決戦前の演説と設営

270 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍の迎撃を目前に控え、ハンニバルは自軍を招集して演説を行い、騎兵に有利な地形で決戦を迎える幸運を説きつつ、勝利によるイタリア全土の支配を約束して兵士たちの士気を鼓舞し、ローマ軍の本陣と同じ側に陣営を設営した。

§3.111.1Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν θεωρῶν ὅτι καλεῖ τὰ πράγματα μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις, εὐλαβούμενος δὲ μὴ διατέτραπται τὸ πλῆθος ἐκ τοῦ προγεγονότος ἐλαττώματος, κρίνας προσδεῖσθαι παρακλήσεως τὸν καιρὸν συνῆγε τοὺς πολλούς.
ハンニバルはこれと同じ頃、情勢が戦闘を交えて敵と相まみえることを求めていると見ていたが、先の小敗によって兵士たちが気落ちしているのではないかと警戒し、今は激励が必要な時であると判断して、兵士たちを召集した。
§3.111.2ἁθροισθέντων δέ, περιβλέψαι κελεύσας πάντας εἰς τοὺς πέριξ τόπους, ἤρετο τί μεῖζον εὔξασθαι τοῖς θεοῖς κατὰ τοὺς παρόντας ἐδύναντο καιρούς, δοθείσης αὐτοῖς ἐξουσίας, τοῦ παρὰ πολὺ τῶν πολεμίων ἱπποκρατοῦντας ἐν τοιούτοις τόποις διακριθῆναι περὶ τῶν ὅλων.
彼らが集まると、ハンニバルは全員に周囲の地形を見回すよう命じ、もし自分たちに選択の自由が与えられたとして、これほど騎兵において敵を遥かに圧倒している状況で、このような場所において雌雄を決すること以上に、神々に祈り求めるべき大きな望みがあるだろうかと問いかけた。
§3.111.3πάντων δὲ τὸ ῥηθὲν ἐπισημηναμένων διὰ τὴν ἐνάργειαν ‘τούτου τοιγαροῦν’ ἔφη ‘πρῶτον μὲν τοῖς θεοῖς ἔχετε χάριν·
その明白さゆえに全員がこの言葉に賛同の意を示すと、彼は言った。 「それゆえに、第一に神々に感謝せよ。
ἐκεῖνοι γὰρ ἡμῖν συγκατασκευάζοντες τὴν νίκην εἰς τοιούτους τόπους ἤχασι τοὺς ἐχθρούς·
神々は我々の勝利をお膳立てし、敵をこのような場所に引き入れてくださったのだから。
§3.111.4δεύτερον δʼ ἡμῖν, ὅτι καὶ μάχεσθαι τοὺς πολεμίους συνηναγκάσαμεν·
第二に我々に感謝せよ。 我々が敵に戦闘を余儀なくさせたのだから。
οὐ γὰρ ἔτι δύνανται τοῦτο διαφυγεῖν· καὶ μάχεσθαι προφανῶς ἐν τοῖς ἡμετέροις προτερήμασι.
敵はもはやこれを逃れることはできず、我々の有利が明らかな状況で戦わねばならない。
§3.111.5τὸ δὲ παρακαλεῖν ὑμᾶς νῦν διὰ πλειόνων εὐθαρσεῖς καὶ προθύμους εἶναι πρὸς τὸν κίνδυνον οὐδαμῶς μοι δοκεῖ καθήκειν.
いま君たちに長々と説いて、戦いに向けて勇気と熱意を持つよう促すことは、私には全く不必要に思われる。
§3.111.6ὅτε μὲν γὰρ ἀπείρως διέκεισθε τῆς πρὸς Ῥωμαίους μάχης, ἔδει τοῦτο ποιεῖν, καὶ μεθʼ ὑποδειγμάτων ἐγὼ πρὸς ὑμᾶς πολλοὺς διεθέμην λόγους·
なぜなら、君たちがローマ軍との戦闘に不慣れであったときにはそうする必要があり、私は多くの実例を引いて君たちに多くの言葉を語った。
§3.111.7ὅτε δὲ κατὰ τὸ συνεχὲς τρισὶ μάχαις τηλικαύταις ἐξ ὁμολογουμένου νενικήκατε Ῥωμαίους, ποῖος ἂν ἔτι λόγος ὑμῖν ἰσχυρότερον παραστήσαι θάρσος αὐτῶν τῶν ἔργων;
しかし、君たちが立て続けに三度のこれほどの戦いにおいて、誰もが認めるところとしてローマ軍を打ち破った今、どのような言葉が、その事実そのもの以上に強い確信を君たちに与え得ようか。
§3.111.8διὰ μὲν οὖν τῶν πρὸ τοῦ κινδύνων κεκρατήκατε τῆς χώρας καὶ τῶν ἐκ ταύτης ἀγαθῶν κατὰ τὰς ἡμετέρας ἐπαγγελίας, ἀψευστούντων ἡμῶν ἐν πᾶσι τοῖς πρὸς ὑμᾶς εἰρημένοις·
実際、これまでの戦いを通じて、君たちは我々の約束通りに地方とその富を手に入れた。 我々は君たちに語ったすべてのことにおいて偽らなかった。
ὁ δὲ νῦν ἀγὼν ἐνέστηκεν περὶ τῶν πόλεων καὶ τῶν ἐν αὐταῖς ἀγαθῶν.
そして、いま目の前にある戦いは、都市とそこにある富をめぐるものである。
§3.111.9οὗ κρατήσαντες κύριοι μὲν ἔσεσθε παραχρῆμα πάσης Ἰταλίας, ἀπαλλαγέντες δὲ τῶν νῦν πόνων, γενόμενοι συμπάσης ἐγκρατεῖς τῆς Ῥωμαίων εὐδαιμονίας, ἡγεμόνες ἅμα καὶ δεσπόται πάντων γενήσεσθε διὰ ταύτης τῆς μάχης.
これに勝利すれば、君たちは直ちに全イタリアの支配者となり、現在の労苦から解放され、ローマのすべての繁栄を手に入れて、この一戦によって万物の指導者にして支配者となるであろう。
§3.111.10διόπερ οὐκέτι λόγων ἀλλʼ ἔργων ἐστὶν ἡ χρεία·
それゆえ、もはや必要なのは言葉ではなく行動である。
θεῶν γὰρ βουλομένων ὅσον οὔπω βεβαιώσειν ὑμῖν πέπεισμαι τὰς ἐπαγγελίας.
神々の御心によって、間もなく君たちへの約束が果たされると私は確信している。
§3.111.11’ ταῦτα δὲ καὶ τούτοις παραπλήσια διαλεχθείς, προθύμως αὐτὸν ἐπισημαινομένου τοῦ πλήθους, ἐπαινέσας καὶ δεξάμενος αὐτῶν τὴν ὁρμὴν ἀφῆκε καὶ παραχρῆμα κατεστρατοπέδευσε, ποιούμενος τὸν χάρακα παρὰ τὴν αὐτὴν πλευρὰν τοῦ ποταμοῦ τῇ μείζονι στρατοπεδείᾳ τῶν ὑπεναντίων.
」このような、またこれに類する言葉を語り、兵士たちが熱狂的に賛同の意を示すと、ハンニバルは彼らの意気込みを称賛して受け入れ、彼らを解散させた。 そして直ちに陣を張り、川のこちら側の、敵の主力陣営と同じ側に土塁を築いた。

語釈・文法注

  1. 3.111.1μὴ διατέτραπται — 心配・警戒を表す動詞(εὐλαβούμενος)の後に導かれる μὴ 節。ここでは接続法ではなく直説法完了形(διατέτραπται)が使われており、単なる未来の懸念ではなく、「すでに気落ちしてしまっているのではないか」という現在・過去の既成事実に対する警戒を示している。
  2. 3.111.2τοῦ... διακριθῆναι — 冠詞付き不定詞の属格形で、比較級(μεῖζον)に対する比較の属格として機能している。「〜すること以上に(大きな望み)」の意。
  3. 3.111.10ὅσον οὔπω — 「今にも」「間もなく」を意味する慣用的な副詞表現。未来の事態が極めて差し迫っていることを強調する。

この箇所を引用する

ポリュビオス, 歴史 §3.111.1-3.111.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.111.1-3.111.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。