§3.112.1τῇ δʼ ἐχομένῃ περὶ παρασκευὴν καὶ θεραπείαν παρήγγειλε γίνεσθαι πᾶσι.
On the following day he ordered everyone to attend to preparation and rest.
τῇ δʼ ἑξῆς παρὰ τὸν ποταμὸν ἐξέταττε τὰ στρατόπεδα καὶ δῆλος ἦν μάχεσθαι σπεύδων τοῖς ὑπεναντίοις.
On the day after that, he drew up his army along the river and made it clear that he was eager to fight with the enemy.
§3.112.2ὁ δὲ Λεύκιος δυσαρεστούμενος μὲν τοῖς τόποις, ὁρῶν δʼ ὅτι ταχέως ἀναγκασθήσονται μεταστρατοπεδεύειν οἱ Καρχηδόνιοι διὰ τὸν πορισμὸν τῶν ἐπιτηδείων, εἶχε τὴν ἡσυχίαν, ἀσφαλισάμενος ταῖς ἐφεδρείαις τὰς παρεμβολάς.
But Lucius, being dissatisfied with the location, but seeing that the Carthaginians would soon be forced to move their camp because of the procurement of supplies, kept quiet, securing his camps with the reserves.
§3.112.3Ἀννίβας δὲ χρόνον ἱκανὸν μείνας, οὐδενὸς ἀντεξιόντος, τὴν μὲν λοιπὴν δύναμιν αὖθις εἰς χάρακα κατέστησεν, τοὺς δὲ Νομάδας ἐπαφῆκε τοῖς ὑδρευομένοις ἀπὸ τῆς ἐλάττονος παρεμβολῆς.
Hannibal, having waited for a sufficient time, as no one came out to meet him, withdrew the rest of his forces back into the entrenchment, and sent out the Numidians to attack those who were fetching water from the smaller camp.
§3.112.4τῶν δὲ Νομάδων ἕως πρὸς αὐτὸν τὸν χάρακα προσπιπτόντων καὶ διακωλυόντων τὴν ὑδρείαν, ὅ τε Γάιος ἔτι μᾶλλον ἐπὶ τούτοις παρωξύνετο, τά τε πλήθη πρὸς τὸν κίνδυνον ὁρμὴν εἶχεν καὶ δυσχερῶς ἔφερε τὰς ὑπερθέσεις.
As the Numidians rode up to the very entrenchment itself and prevented the fetching of water, Gaius was still more provoked at this, and the multitude had an impulse for danger and bore the delay with impatience.
§3.112.5βαρύτατος γὰρ δὴ πᾶσιν ἀνθρώποις ὁ τοῦ μέλλειν γίνεται χρόνος· ὅταν δʼ ἅπαξ κριθῇ, ὅ,τι ἂν ᾖ πάσχειν πάντων τῶν δοκούντων εἶναι δεινῶν ὑπομενετέον.
For indeed, for all men the time of suspense is the most painful; but when once a decision is made, whatever is to be suffered of all things that seem terrible must be endured.
§3.112.6εἰς δὲ τὴν Ῥώμην προσπεπτωκότος ὅτι παραστρατοπεδεύουσιν ἀλλήλοις καὶ συμπλοκαὶ γίνονται τῶν προκινδυνευόντων ἀνʼ ἑκάστην ἡμέραν, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις, §3.112.7δεδιότων μὲν τῶν πολλῶν τὸ μέλλον διὰ τὸ πολλάκις ἤδη προηττῆσθαι, προορωμένων δὲ καὶ προλαμβανόντων τὰ συμβησόμενα ταῖς ἐννοίαις, ἐὰν σφάλλωνται τοῖς ὅλοις.
But when news reached Rome that they were camped near each other and that skirmishes of the outposts were occurring every day, the city was in suspense and full of fear, as the majority feared the future on account of having already been defeated many times, and in their thoughts foresaw and anticipated what would happen if they should fail utterly.
§3.112.8πάντα δʼ ἦν τὰ παρʼ αὐτοῖς λόγια πᾶσι τότε διὰ στόματος, σημείων δὲ καὶ τεράτων πᾶν μὲν ἱερόν, πᾶσα δʼ ἦν οἰκία πλήρης, ἐξ ὧν εὐχαὶ καὶ θυσίαι καὶ θεῶν ἱκετηρίαι καὶ δεήσεις ἐπεῖχον τὴν πόλιν.
All the oracles among them were then on everyone's lips, and every temple and every house was full of signs and wonders, because of which prayers, sacrifices, supplications, and entreaties to the gods occupied the city.
§3.112.9δεινοὶ γὰρ ἐν ταῖς περιστάσεσι Ῥωμαῖοι καὶ θεοὺς ἐξιλάσασθαι καὶ ἀνθρώπους καὶ μηδὲν ἀπρεπὲς μηδʼ ἀγεννὲς ἐν τοῖς τοιούτοις καιροῖς ἡγεῖσθαι τῶν περὶ ταῦτα συντελουμένων.
For the Romans in times of danger are extraordinary in appeasing both gods and men, and they regard nothing as unseemly or unworthy in such moments among the things performed for these purposes.