§3.110.1τῇ δʼ ἐπαύριον ἀναζεύξαντες ἦγον τὴν δύναμιν οὗ τοὺς πολεμίους ἤκουον στρατοπεδεύειν.
翌日、彼らは陣を引き払って、敵が陣営を張っていると聞いていた場所へと軍を進めた。
δευτεραῖοι δʼ ἐπιβαλόντες παρενέβαλον, περὶ πεντήκοντα σταδίους ἀποσχόντες τῶν πολεμίων.
二日目の行程で到達した彼らは、敵から約五十スタディオン離れた場所に陣を張った。
§3.110.2ὁ μὲν οὖν Λεύκιος συνθεασάμενος ἐπιπέδους καὶ ψιλοὺς ὄντας τοὺς πέριξ τόπους οὐκ ἔφη δεῖν συμβάλλειν ἱπποκρατούντων τῶν πολεμίων, ἀλλʼ ἐπισπᾶσθαι καὶ προάγειν μᾶλλον εἰς τόπους τοιούτους ἐν οἷς τὸ πλέον ἔσται διὰ τῶν πεζικῶν στρατοπέδων ἡ μάχη.
さてルキウスは、周囲の地形が平坦で遮るものがないのを見て、敵が騎兵において優勢である以上、戦いを交えるべきではなく、むしろ敵を引き寄せて、歩兵部隊による戦闘が大部分を占めるような地形へと進めるべきだと主張した。
§3.110.3τοῦ δὲ Γαΐου διὰ τὴν ἀπειρίαν ὑπὲρ τῆς ἐναντίας ὑπάρχοντος γνώμης, ἦν ἀμφισβήτησις καὶ δυσχρηστία περὶ τοὺς ἡγεμόνας, ὃ πάντων ἐστὶ σφαλερώτατον.
しかし、ガイウスが経験不足から反対の意見を持っていたため、指揮官たちの間で論争と不和が生じたが、これはあらゆることの中で最も危険な事態である。
§3.110.4τῆς δʼ ἡγεμονίας τῷ Γαΐῳ καθηκούσης εἰς τὴν ἐπιοῦσαν ἡμέραν διὰ τὸ παρὰ μίαν ἐκ τῶν ἐθισμῶν μεταλαμβάνειν τὴν ἀρχὴν τοὺς ὑπάτους, ἀναστρατοπεδεύσας προῆγε, βουλόμενος ἐγγίσαι τοῖς πολεμίοις, πολλὰ διαμαρτυρομένου καὶ κωλύοντος τοῦ Λευκίου.
執政官たちが慣行に従って一日おきに指揮権を交代することになっていたため、翌日の指揮権がガイウスに巡ってくると、彼はルキウスが強く反対し阻止しようとしたにもかかわらず、敵に近づくことを望んで陣を引き払い前進した。
§3.110.5ὁ δʼ Ἀννίβας ἀναλαβὼν τοὺς εὐζώνους καὶ τοὺς ἱππεῖς ἀπήντα καὶ προσπεσὼν ἔτι κατὰ πορείαν οὖσι παραδόξως συνεπλέκετο καὶ πολὺν ἐν αὐτοῖς ἐποιεῖτο θόρυβον.
一方、ハンニバルは軽装兵と騎兵を率いてこれを迎え撃ち、まだ行軍中であった彼らに不意に襲いかかって交戦し、大きな混乱を引き起こした。
§3.110.6οἱ δὲ Ῥωμαῖοι τὴν μὲν πρώτην ἐπιφορὰν ἐδέξαντο, προθέμενοί τινας τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς·
ローマ軍は、重装歩兵の何人かを前面に配置して最初の突撃を耐えしのいだ。
μετὰ δὲ ταῦτα τοὺς ἀκοντιστὰς καὶ τοὺς ἱππεῖς ἐπαφέντες ἐπροτέρουν κατὰ τὴν ὅλην συμπλοκὴν διὰ τὸ τοῖς μὲν Καρχηδονίοις μηδὲν ἐφεδρεύειν ἀξιόλογον, τοῖς δὲ Ῥωμαίοις ἀναμεμιγμένας τοῖς εὐζώνοις ὁμόσε κινδυνεύειν τινὰς σπείρας.
その後、投げ槍兵と騎兵を投入して戦闘全体において優勢に立った。 これは、カルタゴ側には目立った予備兵力が控えていなかったのに対し、ローマ側には、軽装兵に混じっていくつかの歩兵部隊がともに戦っていたからである。
§3.110.7τότε μὲν οὖν ἐπιγενομένης νυκτὸς ἐχωρίσθησαν ἀπʼ ἀλλήλων, οὐ κατὰ τὴν ἐλπίδα τοῖς Καρχηδονίοις ἐκβάσης τῆς ἐπιθέσεως·
その時は、夜が訪れたので、彼らは互いに離れたが、この襲撃の結果はカルタゴ人の期待通りにはならなかった。
§3.110.8εἰς δὲ τὴν ἐπαύριον ὁ Λεύκιος οὔτε μάχεσθαι κρίνων οὔτε μὴν ἀπάγειν ἀσφαλῶς τὴν στρατιὰν ἔτι δυνάμενος τοῖς μὲν δυσὶ μέρεσι κατεστρατοπέδευσε παρὰ τὸν Αὔφιδον καλούμενον ποταμόν, ὃς μόνος διαρρεῖ τὸν Ἀπεννῖνον —
翌日、ルキウスは、戦うべきではないと判断し、またかといって安全に軍を撤退させることももはやできないため、軍の三分之二を率いてアウフィドゥスと呼ばれる川の傍らに陣を張った。 この川はアペニン山脈を横切って流れる唯一の川である。
§3.110.9τοῦτο δʼ ἔστιν ὄρος συνεχές, ὃ διείργει πάσας τὰς κατὰ τὴν Ἰταλίαν ῥύσεις, τὰς μὲν εἰς τὸ Τυρρηνικὸν πέλαγος, τὰς δʼ εἰς τὸν Ἀδρίαν·
アペニン山脈は一連の連峰であり、イタリアのすべての水流を隔てて、あるものはティレニア海へ、あるものはアドリア海へと流している。
διʼ οὗ ῥέοντα συμβαίνει τὸν Αὔφιδον τὰς μὲν πηγὰς ἔχειν ἐν τοῖς πρὸς τὸ Τυρρηνικὸν κλίμασι τῆς Ἰταλίας, ποιεῖσθαι δὲ τὴν ἐκβολὴν εἰς τὸν Ἀδρίαν — τῷ δὲ τρίτῳ πέραν, §3.110.10ἀπὸ διαβάσεως πρὸς τὰς ἀνατολάς, ἐβάλετο χάρακα, τῆς μὲν ἰδίας παρεμβολῆς περὶ δέκα σταδίους ἀποσχών, τῆς δὲ τῶν ὑπεναντίων μικρῷ πλεῖον,
アウフィドゥス川はこの山脈を貫いて流れているため、その源流はイタリアのティレニア海側にありながら、注ぎ口はアドリア海にある。 一方、ルキウスは軍の三分の一を率いて川の向こう岸、渡河点から東の方向に陣営を築いた。 それは本陣から約十スタディオン、敵の陣営からはそれより少し離れた距離であった。
§3.110.11βουλόμενος διὰ τούτων προκαθῆσθαι μὲν τῶν ἐκ τῆς πέραν παρεμβολῆς προνομευόντων, ἐπικεῖσθαι δὲ τοῖς παρὰ τῶν Καρχηδονίων.
彼はこの部隊によって、向こう岸の陣営から食糧調達に出る者たちを前方で保護し、同時にカルタゴ側の食糧調達者たちを脅かすことを望んだのである。