§3.111.1Ἀννίβας δὲ κατὰ τὸν αὐτὸν καιρὸν θεωρῶν ὅτι καλεῖ τὰ πράγματα μάχεσθαι καὶ συμβάλλειν τοῖς πολεμίοις, εὐλαβούμενος δὲ μὴ διατέτραπται τὸ πλῆθος ἐκ τοῦ προγεγονότος ἐλαττώματος, κρίνας προσδεῖσθαι παρακλήσεως τὸν καιρὸν συνῆγε τοὺς πολλούς.
与此同时,汉尼拔看到形势要求与敌人交战并对决,但又担心士兵们因先前的失利而气馁,判断此时需要一番动员,便召集了全体士兵。
§3.111.2ἁθροισθέντων δέ, περιβλέψαι κελεύσας πάντας εἰς τοὺς πέριξ τόπους, ἤρετο τί μεῖζον εὔξασθαι τοῖς θεοῖς κατὰ τοὺς παρόντας ἐδύναντο καιρούς, δοθείσης αὐτοῖς ἐξουσίας, τοῦ παρὰ πολὺ τῶν πολεμίων ἱπποκρατοῦντας ἐν τοιούτοις τόποις διακριθῆναι περὶ τῶν ὅλων.
士兵集结后,汉尼拔让他们环顾四周的地形,并问道,如果让他们自己选择,在骑兵占据绝对优势的情况下,能在这样的地形中决定全局,还有什么比这更值得向神明祈求的呢?
§3.111.3πάντων δὲ τὸ ῥηθὲν ἐπισημηναμένων διὰ τὴν ἐνάργειαν ‘τούτου τοιγαροῦν’ ἔφη ‘πρῶτον μὲν τοῖς θεοῖς ἔχετε χάριν· ἐκεῖνοι γὰρ ἡμῖν συγκατασκευάζοντες τὴν νίκην εἰς τοιούτους τόπους ἤχασι τοὺς ἐχθρούς· §3.111.4δεύτερον δʼ ἡμῖν, ὅτι καὶ μάχεσθαι τοὺς πολεμίους συνηναγκάσαμεν· οὐ γὰρ ἔτι δύνανται τοῦτο διαφυγεῖν· καὶ μάχεσθαι προφανῶς ἐν τοῖς ἡμετέροις προτερήμασι.
鉴于此言显而易见,全体士兵皆表示赞同,他便说:“因此,首先应当感谢神明,因为神明在为我们的胜利铺路,将敌人引到了这样的地方;其次应当感谢我们,因为我们迫使敌人不得不战,他们已无法逃避,且必须在我们占有明显优势的情况下交战。
§3.111.5τὸ δὲ παρακαλεῖν ὑμᾶς νῦν διὰ πλειόνων εὐθαρσεῖς καὶ προθύμους εἶναι πρὸς τὸν κίνδυνον οὐδαμῶς μοι δοκεῖ καθήκειν.
至于现在还要长篇大论地劝勉你们在危险面前保持勇气和热忱,在我看来完全没有必要。
§3.111.6ὅτε μὲν γὰρ ἀπείρως διέκεισθε τῆς πρὸς Ῥωμαίους μάχης, ἔδει τοῦτο ποιεῖν, καὶ μεθʼ ὑποδειγμάτων ἐγὼ πρὸς ὑμᾶς πολλοὺς διεθέμην λόγους· §3.111.7ὅτε δὲ κατὰ τὸ συνεχὲς τρισὶ μάχαις τηλικαύταις ἐξ ὁμολογουμένου νενικήκατε Ῥωμαίους, ποῖος ἂν ἔτι λόγος ὑμῖν ἰσχυρότερον παραστήσαι θάρσος αὐτῶν τῶν ἔργων;
因为当你们对与罗马人交战还毫无经验时,确实需要这样做,我也曾结合种种实例向你们作过许多演讲;但如今,你们已经在连续三场如此重大的战役中,无可争议地击败了罗马人,还有什么言语能比这些事实本身带给你们更强大的信心呢?
§3.111.8διὰ μὲν οὖν τῶν πρὸ τοῦ κινδύνων κεκρατήκατε τῆς χώρας καὶ τῶν ἐκ ταύτης ἀγαθῶν κατὰ τὰς ἡμετέρας ἐπαγγελίας, ἀψευστούντων ἡμῶν ἐν πᾶσι τοῖς πρὸς ὑμᾶς εἰρημένοις· ὁ δὲ νῦν ἀγὼν ἐνέστηκεν περὶ τῶν πόλεων καὶ τῶν ἐν αὐταῖς ἀγαθῶν.
的确,通过先前的危险,你们已经按照我们的诺言,占领了土地及其出产的财富,我们在对你们说的一切话中都没有食言;而眼下的斗争则是为了争夺城市及其中蕴藏的财富。
§3.111.9οὗ κρατήσαντες κύριοι μὲν ἔσεσθε παραχρῆμα πάσης Ἰταλίας, ἀπαλλαγέντες δὲ τῶν νῦν πόνων, γενόμενοι συμπάσης ἐγκρατεῖς τῆς Ῥωμαίων εὐδαιμονίας, ἡγεμόνες ἅμα καὶ δεσπόται πάντων γενήσεσθε διὰ ταύτης τῆς μάχης.
只要赢得这场斗争,你们将立即成为整个意大利的主人,摆脱如今的劳苦,并掌握罗马的所有富庶,通过这一战,你们将同时成为万物的领导者和主宰。
§3.111.10διόπερ οὐκέτι λόγων ἀλλʼ ἔργων ἐστὶν ἡ χρεία· θεῶν γὰρ βουλομένων ὅσον οὔπω βεβαιώσειν ὑμῖν πέπεισμαι τὰς ἐπαγγελίας.
因此,现在需要的不再是言辞,而是行动;因为我相信,在神明的庇佑下,对你们的诺言转瞬就将兑现。
§3.111.11’ ταῦτα δὲ καὶ τούτοις παραπλήσια διαλεχθείς, προθύμως αὐτὸν ἐπισημαινομένου τοῦ πλήθους, ἐπαινέσας καὶ δεξάμενος αὐτῶν τὴν ὁρμὴν ἀφῆκε καὶ παραχρῆμα κατεστρατοπέδευσε, ποιούμενος τὸν χάρακα παρὰ τὴν αὐτὴν πλευρὰν τοῦ ποταμοῦ τῇ μείζονι στρατοπεδείᾳ τῶν ὑπεναντίων.
” 汉尼拔发表了这些以及类似的讲话,在士兵们热烈的欢呼响应中,他赞许并接受了他们的热情,随后让他们散去,并立即安营扎寨,将营垒设在与敌方主力大营同侧的河畔。