§3.110.1τῇ δʼ ἐπαύριον ἀναζεύξαντες ἦγον τὴν δύναμιν οὗ τοὺς πολεμίους ἤκουον στρατοπεδεύειν.
次日,他们拔营起行,将军队引向他们听说敌人驻扎的地方。
δευτεραῖοι δʼ ἐπιβαλόντες παρενέβαλον, περὶ πεντήκοντα σταδίους ἀποσχόντες τῶν πολεμίων.
他们在第二日抵达并安营扎寨,距离敌人约五十斯塔德。
§3.110.2ὁ μὲν οὖν Λεύκιος συνθεασάμενος ἐπιπέδους καὶ ψιλοὺς ὄντας τοὺς πέριξ τόπους οὐκ ἔφη δεῖν συμβάλλειν ἱπποκρατούντων τῶν πολεμίων, ἀλλʼ ἐπισπᾶσθαι καὶ προάγειν μᾶλλον εἰς τόπους τοιούτους ἐν οἷς τὸ πλέον ἔσται διὰ τῶν πεζικῶν στρατοπέδων ἡ μάχη.
卢基乌斯见周围地势平坦开阔,便指出在敌人骑兵占优势的情况下不应交战,而应将敌人引诱并推移到主要由步兵军团进行战斗的地区。
§3.110.3τοῦ δὲ Γαΐου διὰ τὴν ἀπειρίαν ὑπὲρ τῆς ἐναντίας ὑπάρχοντος γνώμης, ἦν ἀμφισβήτησις καὶ δυσχρηστία περὶ τοὺς ἡγεμόνας, ὃ πάντων ἐστὶ σφαλερώτατον.
然而,盖乌斯因缺乏经验而持相反意见,指挥官之间产生了争执和不和,这是最危险不过的事。
§3.110.4τῆς δʼ ἡγεμονίας τῷ Γαΐῳ καθηκούσης εἰς τὴν ἐπιοῦσαν ἡμέραν διὰ τὸ παρὰ μίαν ἐκ τῶν ἐθισμῶν μεταλαμβάνειν τὴν ἀρχὴν τοὺς ὑπάτους, ἀναστρατοπεδεύσας προῆγε, βουλόμενος ἐγγίσαι τοῖς πολεμίοις, πολλὰ διαμαρτυρομένου καὶ κωλύοντος τοῦ Λευκίου.
到了第二日,轮到盖乌斯执掌指挥权(因为根据惯例,执政官每人轮流值日一天),他便拔营前进,想要接近敌人,尽管卢基乌斯百般抗议并试图阻拦。
§3.110.5ὁ δʼ Ἀννίβας ἀναλαβὼν τοὺς εὐζώνους καὶ τοὺς ἱππεῖς ἀπήντα καὶ προσπεσὼν ἔτι κατὰ πορείαν οὖσι παραδόξως συνεπλέκετο καὶ πολὺν ἐν αὐτοῖς ἐποιεῖτο θόρυβον.
汉尼拔则率领轻装兵和骑兵迎战,趁罗马人还在行军途中出其不意地袭击了他们,与他们交战,并使他们陷入极大的混乱。
§3.110.6οἱ δὲ Ῥωμαῖοι τὴν μὲν πρώτην ἐπιφορὰν ἐδέξαντο, προθέμενοί τινας τῶν ἐν τοῖς βαρέσι καθοπλισμοῖς·
罗马人首先抵挡住了第一波冲击,将一些重装步兵部署在前面。
μετὰ δὲ ταῦτα τοὺς ἀκοντιστὰς καὶ τοὺς ἱππεῖς ἐπαφέντες ἐπροτέρουν κατὰ τὴν ὅλην συμπλοκὴν διὰ τὸ τοῖς μὲν Καρχηδονίοις μηδὲν ἐφεδρεύειν ἀξιόλογον, τοῖς δὲ Ῥωμαίοις ἀναμεμιγμένας τοῖς εὐζώνοις ὁμόσε κινδυνεύειν τινὰς σπείρας.
此后,他们派出了标枪兵和骑兵,在整场交锋中占了上风,因为迦太基人没有值得注意的预备队支援,而罗马人则有几支中队与轻装兵混编在一起共同作战。
§3.110.7τότε μὲν οὖν ἐπιγενομένης νυκτὸς ἐχωρίσθησαν ἀπʼ ἀλλήλων, οὐ κατὰ τὴν ἐλπίδα τοῖς Καρχηδονίοις ἐκβάσης τῆς ἐπιθέσεως·
此时因夜幕降临,双方遂各自退兵,这次袭击的结果并未如迦太基人所期望的那样。
§3.110.8εἰς δὲ τὴν ἐπαύριον ὁ Λεύκιος οὔτε μάχεσθαι κρίνων οὔτε μὴν ἀπάγειν ἀσφαλῶς τὴν στρατιὰν ἔτι δυνάμενος τοῖς μὲν δυσὶ μέρεσι κατεστρατοπέδευσε παρὰ τὸν Αὔφιδον καλούμενον ποταμόν, ὃς μόνος διαρρεῖ τὸν Ἀπεννῖνον — §3.110.9τοῦτο δʼ ἔστιν ὄρος συνεχές, ὃ διείργει πάσας τὰς κατὰ τὴν Ἰταλίαν ῥύσεις, τὰς μὲν εἰς τὸ Τυρρηνικὸν πέλαγος, τὰς δʼ εἰς τὸν Ἀδρίαν·
次日,卢基乌斯既认为不该交战,又无法再安全地撤回军队,便率领三分之二的兵力在名为奥菲杜斯的河畔安营扎寨,这是唯一一条穿过亚平宁山脉的河流—— 这是一条连绵的山脉,它分流了意大利所有的水源,有的流入第勒尼安海,有的流入亚得里亚海。
διʼ οὗ ῥέοντα συμβαίνει τὸν Αὔφιδον τὰς μὲν πηγὰς ἔχειν ἐν τοῖς πρὸς τὸ Τυρρηνικὸν κλίμασι τῆς Ἰταλίας, ποιεῖσθαι δὲ τὴν ἐκβολὴν εἰς τὸν Ἀδρίαν — τῷ δὲ τρίτῳ πέραν, §3.110.10ἀπὸ διαβάσεως πρὸς τὰς ἀνατολάς, ἐβάλετο χάρακα, τῆς μὲν ἰδίας παρεμβολῆς περὶ δέκα σταδίους ἀποσχών, τῆς δὲ τῶν ὑπεναντίων μικρῷ πλεῖον, §3.110.11βουλόμενος διὰ τούτων προκαθῆσθαι μὲν τῶν ἐκ τῆς πέραν παρεμβολῆς προνομευόντων, ἐπικεῖσθαι δὲ τοῖς παρὰ τῶν Καρχηδονίων.
奥菲杜斯河流经其中,其源头虽在意大利面向第勒尼安海的一侧,但其出海口却在亚得里亚海——而卢基乌斯则率领三分之一的兵力在对岸,在渡口以东安设了营垒,距离自己的主营约十斯塔德,距离敌人的营垒则稍远一些,意图借此保护那些从对岸营区出来采集粮草的人,并对迦太基人的采集者施加压力。