§3.108.1διὸ καὶ παρακαλέσαντες τοὺς περὶ τὸν Αἰμίλιον καὶ πρὸ ὀφθαλμῶν θέντες τὸ μέγεθος τῶν εἰς ἑκάτερον τὸ μέρος ἀποβησομένων ἐκ τῆς μάχης ἐξαπέστειλαν, ἐντειλάμενοι σὺν καιρῷ κρίνειν τὰ ὅλα γενναίως καὶ τῆς πατρίδος ἀξίως.
それゆえ、彼らはアエミリウスらを引き留めて励まし、戦闘によって生じるであろう双方の結果の重大さを目の当たりに示し、機会があればこの全般的な状況について気高く、祖国にふさわしく決着をつけるように命じて、彼らを送り出した。
§3.108.2οἳ καὶ παραγενόμενοι πρὸς τὰς δυνάμεις καὶ συναθροίσαντες τὰ πλήθη τήν τε τῆς συγκλήτου γνώμην διεσάφησαν τοῖς πολλοῖς καὶ παρεκάλουν τὰ πρέποντα τοῖς παρεστῶσι καιροῖς, ἐξ αὐτοπαθείας τοῦ Λευκίου διατιθεμένου τοὺς λόγους.
そして彼らは軍隊のもとに到着し、兵士たちを集めると、元老院の意向を全軍に説明し、現在の状況にふさわしい言葉で励ました。 その際、ルキウスが自らの確固たる確信から言葉を語った。
§3.108.3ἦν δὲ τὰ πλεῖστα τῶν λεγομένων πρὸς τοῦτον τείνοντα τὸν νοῦν, τὸν ὑπὲρ τῶν νεωστὶ γεγονότων συμπτωμάτων· ὧδε γὰρ καὶ τῇδέ που συνέβαινε διατετράφθαι καὶ προσδεῖσθαι παραινέσεως τοὺς πολλούς.
その語られた言葉の大半は、最近起こった敗北に関する点、すなわち、それらの敗北のために、どういうわけか多くの者が意気消沈し、励ましを必要としていたという点に向けられていた。
§3.108.4διόπερ ἐπειρᾶτο συνιστάνειν ὅτι τῶν μὲν ἐν ταῖς προγεγενημέναις μάχαις ἐλαττωμάτων οὐχ ἓν οὐδὲ δεύτερον, καὶ πλείω δʼ ἂν εὕροι τις αἴτια, διʼ ἃ τοιοῦτον αὐτῶν ἐξέβη τὸ τέλος,
それゆえ彼は、これまでに生じた戦闘における敗北については、単に一つや二つではなく、それらがそのような結末に至った原因を、人はさらに多く見いだすことができるだろう、ということを示しようと努めた。
§3.108.5ἐπὶ δὲ τῶν νῦν καιρῶν οὐδεμία λείπεται πρόφασις, ἐὰν ἄνδρες ὦσι, τοῦ μὴ νικᾶν τοὺς ἐχθρούς.
しかし、現在の状況においては、もし彼らが勇敢な男であるならば、敵に勝利しないための口実は何一つ残されていない。
§3.108.6τότε μὲν γὰρ οὔτε τοὺς ἡγεμόνας ἀμφοτέρους οὐδέποτε συνηγωνίσθαι τοῖς στρατοπέδοις οὔτε ταῖς δυνάμεσι κεχρῆσθαι γεγυμνασμέναις, ἀλλὰ νεοσυλλόγοις καὶ ἀοράτοις παντὸς δεινοῦ·
なぜなら、以前の戦闘においては、両方の指揮官が一度も軍団とともに戦ったことがなく、訓練された軍隊を用いることもできず、むしろ新たに召集され、いかなる危機も見たことのない兵士たちを用いていたからである。
§3.108.7τό τε μέγιστον, ἐπὶ τοσοῦτον ἀγνοεῖσθαι παρʼ αὐτοῖς πρότερον τὰ κατὰ τοὺς ὑπεναντίους ὥστε σχεδὸν μηδʼ ἑωρακότας τοὺς ἀνταγωνιστὰς παρατάττεσθαι καὶ συγκαταβαίνειν εἰς τοὺς ὁλοσχερεῖς κινδύνους.
そして最も重要なことには、それ以前は敵の状況が彼らの間で非常に知られていなかったため、敵対者をほとんど見たこともないまま、陣形を整え、決定的な危機へと突入していったのである。
§3.108.8‘οἱ μὲν γὰρ περὶ τὸν Τρεβίαν ποταμὸν σφαλέντες, ἐκ Σικελίας τῇ προτεραίᾳ παραγενηθέντες, ἅμα τῷ φωτὶ τῇ κατὰ πόδας ἡμέρᾳ παρετάξαντο·
「なぜなら、トレビア川で敗北した者たちは、前日にシチリアから到着したばかりで、翌日の夜明けとともに陣形を整えたからである。
§3.108.9τοῖς δὲ κατὰ Τυρρηνίαν ἀγωνισαμένοις οὐχ οἷον πρότερον, ἀλλʼ οὐδʼ ἐν αὐτῇ τῇ μάχῃ συνιδεῖν ἐξεγένετο τοὺς πολεμίους διὰ τὸ περὶ τὸν ἀέρα γενόμενον σύμπτωμα.
また、エトルリアで戦った者たちにとっては、事前に敵を見ることはおろか、戦いの最中でさえ、気象状況によって生じた現象のために、敵を視認することすらできなかった。
§3.108.10νῦν γε μὴν πάντα τἀναντία τοῖς προειρημένοις ὑπάρχει.
しかし今や、すべてのことが前述の状況とは正反対である。 」