§3.106.1τῆς δὲ τῶν ἀρχαιρεσίων ὥρας συνεγγιζούσης, εἵλοντο στρατηγοὺς οἱ Ῥωμαῖοι Λεύκιον Αἰμίλιον καὶ Γάιον Τερέντιον.
選挙の時期が近づくと、ローマ人はルキウス・アエミリウスとガイウス・テレンティウスを執政官に選出した。
ὧν κατασταθέντων οἱ μὲν δικτάτορες ἀπέθεντο τὴν ἀρχήν,
彼らが任命されると、独裁官たちはその職を辞した。
§3.106.2οἱ δὲ προϋπάρχοντες ὕπατοι, Γνάιος Σερουίλιος καὶ Μάρκος Ῥήγουλος ὁ μετὰ τὴν Φλαμινίου τελευτὴν ἐπικατασταθείς, τότε προχειρισθέντες ὑπὸ τῶν περὶ τὸν Αἰμίλιον ἀντιστράτηγοι καὶ παραλαβόντες τὴν ἐν τοῖς ὑπαίθροις ἐξουσίαν ἐχείριζον κατὰ τὴν ἑαυτῶν γνώμην τὰ κατὰ τὰς δυνάμεις.
一方、前任の執政官たち、すなわちグナエウス・セルウィリウスと、フラミニウスの死後に補充されたマルクス・レグルスは、このときアエミリウスらによって前執政官に任命され、野戦における指揮権を受け取って、自分たちの判断に従って軍の指揮にあたった。
§3.106.3οἱ δὲ περὶ τὸν Αἰμίλιον βουλευσάμενοι μετὰ τῆς συγκλήτου τὸ μὲν ἐλλεῖπον πλῆθος ἔτι τῶν στρατιωτῶν πρὸς τὴν ὅλην ἐπιβολὴν παραχρῆμα καταγράψαντες ἐξαπέστειλαν,
アエミリウスらは元老院と協議し、計画全体に対してまだ不足していた兵士たちを直ちに動員して派遣した。
§3.106.4τοῖς δὲ περὶ τὸν Γνάιον διεσάφησαν ὁλοσχερῆ μὲν κίνδυνον κατὰ μηδένα τρόπον συνίστασθαι, τοὺς δὲ κατὰ μέρος ἀκροβολισμοὺς ὡς ἐνεργοτάτους ποιεῖσθαι καὶ συνεχεστάτους χάριν τοῦ γυμνάζειν καὶ παρασκευάζειν εὐθαρσεῖς τοὺς νέους πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας,
また、グナエウスらに指示を送り、いかなる形でも決定的な戦闘に至らないようにすること、また、決定的な戦いに備えて新兵たちを訓練し、勇気づけるために、部分的な小競り合いを極めて活発かつ絶え間なく行うように命じた。
§3.106.5τῷ καὶ τὰ πρότερον αὐτοῖς συμπτώματα δοκεῖν οὐχ ἥκιστα γεγονέναι διὰ τὸ νεοσυλλόγοις καὶ τελέως ἀνασκήτοις κεχρῆσθαι τοῖς στρατοπέδοις.
これは、以前の彼らの敗北が、新兵ばかりでまったく訓練されていない軍隊を用いたことに少なからず起因していると彼らに思われたからでもあった。
§3.106.6αὐτοὶ δὲ Λεύκιον μὲν Ποστόμιον, ἑξαπέλεκυν ὄντα στρατηγόν, στρατόπεδον δόντες εἰς Γαλατίαν ἐξαπέστειλαν, βουλόμενοι ποιεῖν ἀντιπερίσπασμα τοῖς Κελτοῖς τοῖς μετʼ Ἀννίβου στρατευομένοις.
彼ら自身は、6本の斧を持つ法務官であるルキウス・ポストゥミウスに軍団を与えてガリアへ派遣した。 これは、ハンニバルと共に従軍しているケルト人たちの注意をそらすことを意図してのことであった。
§3.106.7πρόνοιαν δʼ ἐποιήσαντο καὶ τῆς ἀνακομιδῆς τοῦ παραχειμάζοντος ἐν τῷ Λιλυβαίῳ στόλου, διεπέμψαντο δὲ καὶ τοῖς ἐν Ἰβηρίᾳ στρατηγοῖς πάντα τὰ κατεπείγοντα πρὸς τὴν χρείαν.
また彼らは、リリュバエウムで冬営していた艦隊を呼び戻すことにも配慮し、イベリアの将軍たちにも、その任務に必要な、差し迫ったすべてのものを送った。
§3.106.8οὗτοι μὲν οὖν περὶ ταῦτα καὶ περὶ τὰς λοιπὰς ἐγίνοντο παρασκευὰς ἐπιμελῶς.
こうして彼らは、これらのことやその他の準備を入念に進めていた。
§3.106.9οἱ δὲ περὶ τὸν Γνάιον κομισάμενοι τὰς παρὰ τῶν ὑπάτων ἐντολὰς πάντα τὰ κατὰ μέρος ἐχείριζον κατὰ τὴν ἐκείνων γνώμην·
一方、グナエウスらは執政官たちからの指示を受け取り、すべての局地的な活動を彼らの意向に従って処理した。
§3.106.10διὸ καὶ τὸ πλείω γράφειν ὑπὲρ αὐτῶν παρήσομεν.
それゆえ、彼らについてそれ以上詳しく書くことは差し控える。
ὁλοσχερὲς μὲν γὰρ ἢ μνήμης ἄξιον ἁπλῶς οὐδὲν ἐπράχθη διὰ τὴν ἐντολὴν καὶ διὰ τὴν τοῦ καιροῦ περίστασιν,
というのも、その指示と当時の状況のために、全面的あるいは単に記憶に値するような出来事は何も行われなかったからである。
§3.106.11ἀκροβολισμοὶ δὲ μόνον καὶ συμπλοκαὶ κατὰ μέρος ἐγίνοντο πλείους, ἐν αἷς εὐδοκίμουν οἱ προεστῶτες τῶν Ῥωμαίων·
ただ小競り合いと部分的な衝突だけが多く行われ、その中でローマの指揮官たちは名声を高めた。
καὶ γὰρ ἀνδρωδῶς καὶ νουνεχῶς ἐδόκουν ἕκαστα χειρίζειν.
彼らはどの任務も勇敢かつ賢明に処理しているように見えたからである。