§3.101.1Μάρκος δὲ παρειληφὼς τὰς δυνάμεις παρὰ Φαβίου τὸ μὲν πρῶτον ἀντιπαρῆγε ταῖς ἀκρωρείαις, πεπεισμένος ἀεὶ περὶ τὰς ὑπερβολὰς συμπεσεῖσθαί ποτε τοῖς Καρχηδονίοις.
マルクスはファビウスから軍勢を引き継ぐと、当初は山脈の尾根に沿って敵と並行に進み、いつの日か峠の周辺のどこかでカルタゴ軍と交戦することになるだろうと常に確信していた。
§3.101.2ἀκούσας δὲ τὸ μὲν Γερούνιον τοὺς περὶ τὸν Ἀννίβαν ἤδη κατέχειν, τὴν δὲ χώραν σιτολογεῖν, πρὸ δὲ τῆς πόλεως χάρακα βεβλημένους στρατοπεδεύειν, ἐπιστρέψας ἐκ τῶν ἀκρωρειῶν κατέβαινε κατὰ τὴν ἐπὶ τὰ πεδία κατατείνουσαν ῥάχιν.
だが、ハンニバルの率いる者たちがすでにゲルーニウムを占領し、その周辺地域で食糧調達を行っており、さらに町の前面に柵を巡らせて陣営を張っていると聞くと、彼は尾根から向きを変え、平原へと伸びる尾根道に沿って下っていった。
§3.101.3ἀφικόμενος δʼ ἐπὶ τὴν ἄκραν, ἣ κεῖται μὲν ἐπὶ τῆς Λαρινάτιδος χώρας προσαγορεύεται δὲ Καλήνη, κατεστρατοπέδευσε περὶ ταύτην, πρόχειρος ὢν ἐκ παντὸς τρόπου συμπλέκεσθαι τοῖς πολεμίοις.
そして、ラリヌムの領土に位置しカレネと呼ばれる高地に到着すると、その周辺に陣を張り、あらゆる手段で敵と交戦する準備を整えた。
§3.101.4Ἀννίβας δὲ θεωρῶν ἐγγίζοντας τοὺς πολεμίους τὸ μὲν τρίτον μέρος τῆς δυνάμεως εἴασε σιτολογεῖν, τὰ δὲ δύο μέρη λαβὼν καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκκαίδεκα σταδίους πρὸς τοὺς πολεμίους ἐπί τινος βουνοῦ κατεστρατοπέδευσε, βουλόμενος ἅμα μὲν καταπλήξασθαι τοὺς ὑπεναντίους, ἅμα δὲ τοῖς σιτολογοῦσι τὴν ἀσφάλειαν παρασκευάζειν.
ハンニバルは敵が接近するのを見て、軍の三分の一を食糧調達にとどまらせ、残りの三分之二を率いて市から敵の方へ十六スタディオン進んだところにある丘の上に陣を張った。 これは敵を威嚇すると同時に、食糧を調達している者たちの安全を確保することを望んでのことであった。
§3.101.5μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρατοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο.
その後、両陣営の間に、敵の陣営に都合よく、かつきわめて近く迫っている一つの丘が存在していたため、彼はまだ夜のうちに約二千人の軽装兵を派遣して、この丘を占領した。
§3.101.6οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ.
夜が明けると、マルクスは彼らを見て軽装兵を連れ出し、その丘を攻撃した。
§3.101.7γενομένου δʼ ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν μετεβίβασαν εἰς τοῦτον τὸν τόπον.
激しい前哨戦が行われたが、最終的にローマ軍が勝利を収め、その後、陣営全体をこの場所へと移転させた。
§3.101.8ὁ δʼ Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐφʼ αὑτόν.
一方、ハンニバルは、しばらくの間は両軍の陣営が対峙しているために、軍勢の大部分を自分の手元にとどめておいた。
§3.101.9πλειόνων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς δʼ ἐπὶ τὴν σιτολογίαν,
しかし、数日が経つと、彼は一部の者を家畜の放牧に、他の者を食糧調達に分遣せざるを得なくなった。
§3.101.10σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις·
彼は当初の計画に従って、戦利品を死なせることなく、またできる限り多くの穀物を集めて、冬営の間に兵士たちにあらゆる物資が豊富にあり、荷役獣や馬にとってもそれに劣らず豊富であるようにと熱心に努めていたからである。
§3.101.11εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι.
なぜなら、彼は自軍の最大の希望を騎兵部隊にかけていたからである。