§3.101.1Μάρκος δὲ παρειληφὼς τὰς δυνάμεις παρὰ Φαβίου τὸ μὲν πρῶτον ἀντιπαρῆγε ταῖς ἀκρωρείαις, πεπεισμένος ἀεὶ περὶ τὰς ὑπερβολὰς συμπεσεῖσθαί ποτε τοῖς Καρχηδονίοις.
马尔库斯从法比乌斯手中接管军队后,起初沿着山脉的脊线与敌人对峙前行,他始终深信,迟早会在山隘附近的某个地方与迦太基人交战。
§3.101.2ἀκούσας δὲ τὸ μὲν Γερούνιον τοὺς περὶ τὸν Ἀννίβαν ἤδη κατέχειν, τὴν δὲ χώραν σιτολογεῖν, πρὸ δὲ τῆς πόλεως χάρακα βεβλημένους στρατοπεδεύειν, ἐπιστρέψας ἐκ τῶν ἀκρωρειῶν κατέβαινε κατὰ τὴν ἐπὶ τὰ πεδία κατατείνουσαν ῥάχιν.
但当他听说汉尼拔部下已占领格鲁尼乌姆,正在周边地区征集粮食,并在城前筑起木栅设营驻扎时,他便调转方向离开脊线,沿着延伸至平原的山脊向下行进。
§3.101.3ἀφικόμενος δʼ ἐπὶ τὴν ἄκραν, ἣ κεῖται μὲν ἐπὶ τῆς Λαρινάτιδος χώρας προσαγορεύεται δὲ Καλήνη, κατεστρατοπέδευσε περὶ ταύτην, πρόχειρος ὢν ἐκ παντὸς τρόπου συμπλέκεσθαι τοῖς πολεμίοις.
他抵达了位于拉里努姆领地内、被称为卡莱内的山顶,并在该处附近安营扎寨,准备以任何方式与敌人交战。
§3.101.4Ἀννίβας δὲ θεωρῶν ἐγγίζοντας τοὺς πολεμίους τὸ μὲν τρίτον μέρος τῆς δυνάμεως εἴασε σιτολογεῖν, τὰ δὲ δύο μέρη λαβὼν καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκκαίδεκα σταδίους πρὸς τοὺς πολεμίους ἐπί τινος βουνοῦ κατεστρατοπέδευσε, βουλόμενος ἅμα μὲν καταπλήξασθαι τοὺς ὑπεναντίους, ἅμα δὲ τοῖς σιτολογοῦσι τὴν ἀσφάλειαν παρασκευάζειν.
汉尼拔看到敌人迫近,便留下三分之一的兵力继续征集粮食,而率领其余三分之二的兵力,从城里朝敌人方向前进十六斯塔德,在一座山丘上安营扎寨,既希望以此震慑对手,又希望为征集粮食的人提供安全保障。
§3.101.5μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρατοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο.
此后,由于两军营地之间有一座山丘,位置极为有利且紧邻敌军营盘,他便趁着夜色派遣了约两千名标枪兵占领了该地。
§3.101.6οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ.
天亮后,马尔库斯发现了他们,便率领轻装兵对该山丘发动了进攻。
§3.101.7γενομένου δʼ ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν μετεβίβασαν εἰς τοῦτον τὸν τόπον.
经过一场激烈的遭遇战,罗马人最终取得了胜利,并在此后将整个营地迁移到了这个地方。
§3.101.8ὁ δʼ Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐφʼ αὑτόν.
汉尼拔在一段时间内,由于两军营地对峙,将大部分兵力留在自己身边。
§3.101.9πλειόνων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς δʼ ἐπὶ τὴν σιτολογίαν, §3.101.10σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις·
但随着天数增加,他不得不将一部分人分派去放牧牲畜,另一部分人去征集粮食,他力图按照最初的计划,既不让战利品损耗,又尽可能多地收集粮食,以便在冬营期间,士兵们能有丰富的各项物资,而对驮兽和马匹来说也同样不至匮乏。
§3.101.11εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι.
因为他对自己的军队所寄予的最大希望,就在于骑兵部队。