§3.100.1ὁ δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυνθανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς ἔχειν τὸ Γερούνιον, §3.100.2κρίνας ἐκεῖ ποιεῖσθαι τὴν παραχειμασίαν, προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Λίβυρνον ὄρος ἐπὶ τοὺς προειρημένους τόπους.
一方、将軍ハンニバルは、我々が叙述を中断したところから再開すると、偵察兵から、ルカリアおよびゲルーニウムと呼ばれる町の周辺地域にはきわめて多くの穀物が存在し、さらにゲルーニウムは穀物の集積に適した位置にあるという知らせを受け、そこで冬営を行うことを決意して、リブルノン山に沿って前述の場所へと軍を進めた。
ἀφικόμενος δὲ πρὸς τὸ Γερούνιον, §3.100.3ὃ τῆς Λουκαρίας ἀπέχει διακόσια στάδια, τὰς μὲν ἀρχὰς διὰ λόγων τοὺς ἐνοικοῦντας εἰς φιλίαν προυκαλεῖτο καὶ πίστεις ἐδίδου τῶν ἐπαγγελιῶν, οὐδενὸς δὲ προσέχοντος, πολιορκεῖν ἐπεβάλετο.
そしてゲルーニウムに到着すると、 ――この町はルカリアから二百スタディオン離れているが――当初は交渉によって住民たちを友好関係へと誘い、彼の約束に対して保証を与えていたが、誰も耳を傾けなかったため、包囲攻撃に着手した。
§3.100.4ταχὺ δὲ γενόμενος κύριος τοὺς μὲν οἰκήτορας κατέφθειρε, τὰς δὲ πλείστας οἰκίας ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμενος σιτοβολίοις χρήσασθαι πρὸς τὴν παραχειμασίαν.
そしてすぐにここを占領すると、住民たちを皆殺しにしたが、冬営のための穀物庫として利用することを望んだため、大半の家屋と城壁は破壊せずにそのまま保存した。
§3.100.5τὴν δὲ δύναμιν πρὸ τῆς πόλεως παρεμβαλὼν ὠχυρώσατο τάφρῳ καὶ χάρακι τὴν στρατοπεδείαν.
そして軍勢を市壁の前に駐屯させ、壕と柵によって陣営を要塞化した。
§3.100.6γενόμενος δʼ ἀπὸ τούτων τὰ μὲν δύο μέρη τῆς δυνάμεως ἐπὶ τὴν σιτολογίαν ἐξέπεμπε, προστάξας καθʼ ἑκάστην ἡμέραν τακτὸν ἀναφέρειν μέτρον ἕκαστον τοῖς ἰδίοις, ἐπιβολὴν τοῦ τάγματος τοῖς προκεχειρισμένοις ἐπὶ τὴν οἰκονομίαν ταύτην,
これらの作業を終えると、彼は軍勢の三分之二を食糧調達のために派遣し、この管理のために任命された者たちに任務を割り当てた上で、調達員各自が自分の部隊に毎日一定量の穀物を持ち帰るよう命じた。
§3.100.7τῷ δὲ τρίτῳ μέρει τήν τε στρατοπεδείαν ἐτήρει καὶ τοῖς σιτολογοῦσι παρεφήδρευε κατὰ τόπους.
また、残りの三分の一の軍勢で陣営を守備し、各地で食糧を調達している者たちの護衛に当たらせた。
§3.100.8οὔσης δὲ τῆς μὲν χώρας τῆς πλείστης εὐεφόδου καὶ πεδιάδος, τῶν δὲ συναγόντων ὡς ἔπος εἰπεῖν ἀναριθμήτων, ἔτι δὲ τῆς ὥρας ἀκμαζούσης πρὸς τὴν συγκομιδήν, ἄπλετον συνέβαινε καθʼ ἑκάστην ἡμέραν ἁθροίζεσθαι τοῦ σίτου τὸ πλῆθος.
土地の大半が近づきやすく平坦であり、穀物を集める者の数が文字通り無数であり、さらに季節が収穫の最盛期であったため、毎日おびただしい量の穀物が集められることとなった。