§3.100.1ὁ δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυνθανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς ἔχειν τὸ Γερούνιον, §3.100.2κρίνας ἐκεῖ ποιεῖσθαι τὴν παραχειμασίαν, προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Λίβυρνον ὄρος ἐπὶ τοὺς προειρημένους τόπους.
至于将军汉尼拔,从我们中断叙述的地方接续,他从侦察兵处得知,在卢卡里亚和被称为格鲁尼乌姆的城镇周边地区有极其丰富的粮食,而且格鲁尼乌姆非常适宜用于集积粮食,于是决定在当地设立冬营,并率军沿利布尔农山向上述地点前进。
ἀφικόμενος δὲ πρὸς τὸ Γερούνιον, §3.100.3ὃ τῆς Λουκαρίας ἀπέχει διακόσια στάδια, τὰς μὲν ἀρχὰς διὰ λόγων τοὺς ἐνοικοῦντας εἰς φιλίαν προυκαλεῖτο καὶ πίστεις ἐδίδου τῶν ἐπαγγελιῶν, οὐδενὸς δὲ προσέχοντος, πολιορκεῖν ἐπεβάλετο.
抵达格鲁尼乌姆之后—— 该城距离卢卡里亚有两百斯塔德——起初他试图通过谈判邀请居民建立友好关系,并为自己的诺言提供保证;但由于无人理睬,他便着手进行围攻。
§3.100.4ταχὺ δὲ γενόμενος κύριος τοὺς μὲν οἰκήτορας κατέφθειρε, τὰς δὲ πλείστας οἰκίας ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμενος σιτοβολίοις χρήσασθαι πρὸς τὴν παραχειμασίαν.
他很快占领了该城,将居民斩尽杀绝,但保留了大部分房屋和城墙完好无损,因为他希望将这些用作冬营的粮仓。
§3.100.5τὴν δὲ δύναμιν πρὸ τῆς πόλεως παρεμβαλὼν ὠχυρώσατο τάφρῳ καὶ χάρακι τὴν στρατοπεδείαν.
他将军队驻扎在城前,用壕沟和木栅巩固了营地。
§3.100.6γενόμενος δʼ ἀπὸ τούτων τὰ μὲν δύο μέρη τῆς δυνάμεως ἐπὶ τὴν σιτολογίαν ἐξέπεμπε, προστάξας καθʼ ἑκάστην ἡμέραν τακτὸν ἀναφέρειν μέτρον ἕκαστον τοῖς ἰδίοις, ἐπιβολὴν τοῦ τάγματος τοῖς προκεχειρισμένοις ἐπὶ τὴν οἰκονομίαν ταύτην, §3.100.7τῷ δὲ τρίτῳ μέρει τήν τε στρατοπεδείαν ἐτήρει καὶ τοῖς σιτολογοῦσι παρεφήδρευε κατὰ τόπους.
完成这些工作后,他将三分之二的兵力派去征集粮食,命令每人每天为自己的部队带回固定数量的粮食,并将此任务分配给那些被任命负责该项管理的人,而用剩下的三分之一兵力防守营地,并在各处为征集粮食的人提供护卫。
§3.100.8οὔσης δὲ τῆς μὲν χώρας τῆς πλείστης εὐεφόδου καὶ πεδιάδος, τῶν δὲ συναγόντων ὡς ἔπος εἰπεῖν ἀναριθμήτων, ἔτι δὲ τῆς ὥρας ἀκμαζούσης πρὸς τὴν συγκομιδήν, ἄπλετον συνέβαινε καθʼ ἑκάστην ἡμέραν ἁθροίζεσθαι τοῦ σίτου τὸ πλῆθος.
由于当地大部分土地易于通行且地势平坦,收集粮食的人实际上不计其数,加之季节正值收割的盛期,每天都有极大量的粮食被收集起来。