§3.1.1ὅτι μὲν ἀρχὰς ὑποτιθέμεθα τῆς αὑτῶν πραγματείας τόν τε συμμαχικὸν καὶ τὸν Ἀννιβιακόν, πρὸς δὲ τούτοις τὸν περὶ Κοίλης Συρίας πόλεμον, ἐν τῇ πρώτῃ μὲν τῆς ὅλης συντάξεως, τρίτῃ δὲ ταύτης ἀνώτερον βύβλῳ δεδηλώκαμεν·
私たちが自分たちの歴史記述の端緒として、同盟戦争とハンニバル戦争、さらにこれらに加えてコイレ・シリアをめぐる戦争を設定していることは、全体の叙述の第1巻、そしてこれより前の第3の書において、すでに明らかにした。
§3.1.2ὁμοίως δὲ καὶ τὰς αἰτίας, διʼ ἃς ἀναδραμόντες τοῖς χρόνοις πρὸ τούτων τῶν καιρῶν συνεταξάμεθα τὰς πρὸ ταύτης βύβλους, ἐν αὐτῇ ʼκείνῃ διεσαφήσαμεν.
同様に、これらの時期より前の時間にまで遡って、この巻より前の諸巻を編纂した原因についても、まさにあの巻において詳しく説明した。
§3.1.3νῦν δὲ πειρασόμεθα τοὺς προειρημένους πολέμους καὶ τὰς αἰτίας, ἐξ ὧν ἐγένοντο καὶ διʼ ἃς ἐπὶ τοσοῦτον ηὐξήθησαν, μετʼ ἀποδείξεως ἐξαγγέλλειν, βραχέα προειπόντες ὑπὲρ τῆς αὑτῶν πραγματείας.
そして今、私たちは、自分たちの歴史記述について簡潔に前置きした上で、前述の諸戦争と、それらが生じた原因、およびそれらがこれほどまでに拡大した原因を、論証を伴って叙述することに努める。
§3.1.4ὄντος γὰρ ἑνὸς ἔργου καὶ θεάματος ἑνὸς τοῦ σύμπαντος, ὑπὲρ οὗ γράφειν ἐπικεχειρήκαμεν, τοῦ πῶς καὶ πότε καὶ διὰ τί πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ τὴν Ῥωμαίων δυναστείαν ἐγένετο, §3.1.5τούτου δʼ ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρόνον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθʼ εἶναι καὶ τὸ περὶ τῶν μεγίστων ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προεκθέσθαι.
なぜなら、私たちが執筆に着手した全体の事業、すなわち全体の一つの見事な眺望は、「どのようにして、いつ、そしてなぜ、知られている居住世界のすべての地域がローマ人の支配下に置かれるに至ったか」ということだからであり、また、この事業が、知られている始まりと、限定された期間と、万人が認める完成を有しているからには、その中での最大の諸部分、すなわち始まりと終わりとの間に位置するすべての事柄について、概括的に言及し、あらかじめ提示しておくことも有益であると私たちは考える。
§3.1.6μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς ὅλης ἐπιβολῆς.
というのも、このようにすることで、学ぶことを愛する人々に対して、計画全体の十分な概念を提供できると、私たちは最も確信しているからである。
§3.1.7πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δʼ ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν πραγματείας.
なぜなら、魂は全体から個別の事柄の認識へと、また個別の事柄から全体の知識へと多くをあらかじめ得るものであり、両者から得られる理解と観察が最善のものであると私たちは考えるからこそ、言われたことに従って、私たちの歴史記述の予備的な提示を行うからである。
§3.1.8τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν.
さて、主題の全体的な提示と輪郭については、すでに明らかにした。
§3.1.9τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, καταστροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία,
一方、その中で起こった個々の出来事について、前述の諸戦争がその始まりとなり、マケドニア王国の滅亡がその終わりと完成となり、始まりと終わりの間の期間は53年間となる。
§3.1.10περιέχεσθαι δʼ ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πράξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ περιέλαβε διαστήματι.
そして、この期間の中には、過去のいかなる時期も同じ長さの期間においては含んだことのないような、それほど大きく、またそのような活動が含まれているのである。
§3.1.11περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε
これらについて、私たちは第140オリンピアードから始めて、次のような……