§29.8.1πίδα ταύτην.
希望を。
ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι·
それゆえ、彼ら相互の接触の始まりは、これらの理由によって生じたと私は考える。
§29.8.2δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν.
しかし、この二人が比較されるとき、一方は最も悪知恵の働く者、他方は最も欲深い者と目されていたため、彼らの駆け引きは滑稽なものとなるのが常であった。
§29.8.3ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις·
というのも、エウメネスはあらゆる希望をちらつかせ、あらゆる種類の餌を投げ入れ、約束によってペルセウスを罠にかけられると確信していたからである。
§29.8.4ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τʼ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ.
一方、ペルセウスは提案されたものに向かって遠巻きに飛びつき、同意はしたものの、自らのものを何か手放してまで、言われたことのどれかを呑み込むことはできなかった。
§29.8.5τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον.
その駆け引きの様子は次のようなものであった。
ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις.
すなわち、エウメネスは、第四年目に静観を保ち、陸路でも海路でもローマ人と共同作戦をとらないことに対しては五百タラントンを、戦争を終結させることに対しては千五百タラントンを要求し、これらに対して速やかに人質と保証を提供することを約束した。
§29.8.6ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις·
ペルセウスは、人質については、何人をいつ送るべきか、また彼らがクノッソス人のもとでどのように保護されるべきかを受け入れた。
§29.8.7περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν.
しかし金銭については、五百タラントンに関しては、報酬のために静観していると見なされるのは与える者にとっても、受け取る者にとってはなおさら恥ずべきことであると言い、千五百タラントンについては、ポレモクラテスの部下たちに携えさせてサモトラケへ送らせ、そこに預託させると言った。
τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος·
しかしサモトラケは彼自身の支配下にあった。
ὁ δʼ Εὐμένης σπουδάζων, §29.8.8καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν.
そこでエウメネスは、質の悪い医師たちが、治療代全体よりも手付金のほうを気にするように、自らのずる賢さをもってしてはペルセウスのしみったれた強欲さに打ち勝つことができず、ついにその企てを断念した。
§29.8.9καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπʼ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί.
このようにして、彼らは貪欲の冠を引き分けにして、優れた格闘家のように互角で別れた。
§29.8.10τούτων δʼ ἔνια μὲν ἐξερρύη παρʼ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετʼ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρʼ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.
これらの出来事の一部はまさにその当時に漏れ伝わり、また一部は少し後にペルセウスの側近の友人たちの間に漏れ聞こえたが、彼らを通じて私は、強欲こそがあらゆる悪徳のいわば掛け釘であることを知るに至った。