§29.8.1πίδα ταύτην.
这种希望。
ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι·
因此,我认为他们之间相互接触的起因正是由于这些原因。
§29.8.2δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν.
当这两个人进行对比时,其中一人被认为是最狡猾的,而另一人被认为是最贪财的,因此他们的争斗便成了一场滑稽戏。
§29.8.3ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις· §29.8.4ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τʼ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ.
欧墨尼斯抛出所有的希望,投下各种诱饵,深信能用这些诺言诱捕斐尔修斯;斐尔修斯虽然从远处对这些提议跃跃欲试并表示赞同,但又无法全盘吞下所说的话,以至于不愿付出自己的任何财产。
§29.8.5τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον.
他们角力的具体方式如下。
ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις.
欧墨尼斯要求,在第四年保持中立、且不在陆路和海路上与罗马人共同作战,需支付五百塔兰同;而要结束战争,则需支付一千五百塔兰同,并许诺会迅速为此提供人质和保证。
§29.8.6ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις· §29.8.7περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν.
斐尔修斯接受了关于人质的条款,包括人数、派遣时间,以及如何在克诺索斯人那里保管这些质子;但关于金钱,他说对于那五百塔兰同,为了报酬而保持中立对于给予者,尤其是对于接受者来说都是可耻的;而至于那一千五百塔兰同,他说他会让波莱莫克拉特斯的手下将其带到萨莫色雷斯并在那里寄存。
τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος·
但萨莫色雷斯处于他自己的控制之下。
ὁ δʼ Εὐμένης σπουδάζων, §29.8.8καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν.
而欧墨尼斯虽急于求成,却如同那些只关心预付款而不关心诊金的庸医一样,最终放弃了这一企图,因为他无法用自己的狡猾战胜斐尔修斯的吝啬。
§29.8.9καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπʼ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί.
于是,他们以这种方式将贪婪的桂冠化为共有(视作平局),像优秀的角力者那样不分胜负地散去。
§29.8.10τούτων δʼ ἔνια μὲν ἐξερρύη παρʼ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετʼ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρʼ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.
这些事情中,有些在当时就泄露了出来,另一些则在不久后通过斐尔修斯身边的朋友们传开,正是通过他们,我们才得以得知:贪婪正如一切恶德的挂钉。