§29.5.1ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν·
これらについて、私はどう対処すべきか大いに思い悩んだ。
τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ διʼ ἀπορρήτων πρὸς αὑτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές,
というのも、王たちが密かに互いの間で行っていたそのような事柄について、事細かに綿密に書き留めることは、非難を招きやすく、また完全に危険であると思われたからである。
§29.5.2τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ διʼ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας·
しかし他方で、この戦争において最も重要な出来事であったと思われ、またそれによって、後になって疑問とされた多くの事柄の原因が明らかになったことを、全面的に黙殺することは、完全に一種の怠慢であり、極度の臆病さの現れであると私には思われたからである。
§29.5.3οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ διʼ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.
それにもかかわらず、私は真実と思われることを要約して書き留めること、そしてその当時に私自身が居合わせ、起こったことの個々に対して他の誰よりも驚嘆していた者として、いかなる蓋然的な推測や兆候によってこの考えに至ったかを示すことに決定した。