§29.4.1οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν·
こうして彼らはみなマケドニアへと進んだ。
ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλʼ ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους·
一方、パンタウコスはゲンティオスのそばに留まって、準備を怠らず、万端の用意を整えて土地や都市や同盟者を先んじて確保するよう、この若者を戒め、かつ促した。
μάλιστα δʼ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην·
特に彼は彼に、海戦への準備をするよう強く求めた。
§29.4.2τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι διʼ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πεμπομένων.
というのも、ローマ人はエペイロスやイリュリアの周辺地域において、この方面の備えが皆無であるため、企てられたことすべてが、彼自身と彼の送る船によって、戦わずして容易に達成されるであろうから、というのである。
§29.4.3ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς.
こうしてゲンティオスはこれらの言葉に説得されて、陸上および海上での準備に没頭した。
§29.4.4ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,
一方ペルセウスは、ゲンティオスからの使節たちと人質たちがマケドニアに到着すると、エルペイオス川の近くの陣営からすべての騎兵を率いて出発し、ディオンにおいて前述の者たちを出迎えた。
§29.4.5καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων·
彼らと合流すると、ペルセウスはまず、すべての騎兵の面前で同盟のための誓約を交わした。
πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.
というのも、彼はマケドニア人たちにゲンティオスとの共同行動をはっきりと知らせることを強く望んでおり、この加担が加わることによって彼らの士気がより高まることを期待していたからである。
§29.4.6ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα.
次いで、彼は人質を受け取り、オリンピオンの一行に自身の人質を引き渡した。
ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου.
彼らのうちで最も高名だったのは、ポレモクラテスの子リムナイオスとパンタウコスの子バラクロスであった。
§29.4.7μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν.
この後、彼は金銭を受け取るために来ていた者たちを、ペラでそれを受け取る手はずとして同地へ送り出した。 またロードス島への使節たちを、船出の準備を整えるよう指示して、テッサロニケのメトロドロスのもとへと送り出した。
ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον.
そしてまたロードス人をも説得して、戦争に加わらせた。
§29.4.8ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη διαπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον,
これらの手配を終えると、彼はヘロポンを使節としてエウメネス(以前にもすでに派遣されていた人物である)のもとに派遣し、またクレタ人テレムナストスをアンティオコスのもとへと派遣した。
§29.4.9μὴ παρορᾶν τὸν καιρὸν μηδʼ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων, §29.4.10σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. —
その目的は、この好機を見過ごさぬよう、またローマ人の傲慢さと横暴さが彼一人だけに関わるものと思い込まぬよう、むしろ、もし今彼自身が介入して(できれば戦争を調停し、そうでなくとも援助することによって)手を貸さないならば、間もなく彼自身も彼と同じ運命を味わうことになるということを、はっきりと認識するようにと伝えることであった。