§29.5.1ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν·
关于这些事情,我个人曾深感困惑,不知该如何处理。
τό τε γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον ἃ διʼ ἀπορρήτων πρὸς αὑτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπίληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές, §29.5.2τό τε παρασιωπῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ διʼ οὗ πολλὰ τῶν ὕστερον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας·
因为,如果将诸位国王之间私下里秘密进行的这些交易,事无巨细、极为详尽地记录下来,似乎很容易招致非难,而且也完全是危险的;但在另一方面,如果对这场战争中看似最重要、且通过它使得后来许多令人困惑之事的起因得以阐明的事情完全保持沉默,在我看来,这又似乎是某种彻底的怠惰和完全懦弱的体现。
§29.5.3οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς τὸ δοκοῦν, καὶ διʼ ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς καιροὺς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.
尽管如此,我最终还是决定扼要地写下看似真实的情况,并说明我是凭借哪些合乎情理的推测和迹象才得出这一看法的,因为我就生活在那个时代,并且比其他人更切身地对所发生的一切感到震惊。