Humanitext Reader

波利比奥斯 · 历史 §29.4.1-29.4.10

同盟誓约的交换与向周边君主派遣使节

第 1119 段,共 1311 段 · 希腊语

内容简介

真希乌斯向马其顿派遣了人质和使节,玻尔修斯与他们交换誓言以巩固同盟,并向周边君主派遣外交使节以建立联合战线。

§29.4.1οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν·
于是,他们所有人便一同前往马其顿。
ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκεν καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλʼ ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους·
而潘陶科斯则留在真希乌斯身边,不断提醒并敦促这位年轻人不要在准备工作上落后,而是要做好准备,抢先占领各处地方、城市并争取盟友。
μάλιστα δʼ αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην·
特别是,他要求他为海上战斗做好准备。
§29.4.2τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι διʼ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πεμπομένων.
因为罗马人在伊庇鲁斯和伊利里亚周边的这些地区对于这方面完全没有准备,所以他声称,只要通过他自己以及他所派出的力量,一切既定的目标都将不费吹灰之力地达成。
§29.4.3ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς.
于是,真希乌斯被这些话所说服,开始致力于陆路和海路的准备工作。
§29.4.4ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,
至于玻尔修斯,当来自真希乌斯的使节和人质抵达马其顿后,他率领全体骑兵从埃尔佩乌斯河畔的营地出发,在迪翁迎接了上述人员。
§29.4.5καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.
与他们会合后,他首先在全体骑兵面前交换了结盟誓言;因为他极力希望马其顿人清楚地了解真希乌斯的共同行动,期待这一力量的加入能使他们更加鼓起勇气。
§29.4.6ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα.
接着,他接受了对方的人质,并将自己的人质移交给奥林匹翁一行。
ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου.
在这些人中,最著名的是波勒莫克拉特斯之子林奈乌斯和潘陶科斯之子巴拉克罗斯。
§29.4.7μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν.
此后,他派那些来取钱的人前往佩拉,让他们在那里接收款项;同时将派往罗德岛的使节送往塞萨洛尼基的梅特罗多鲁斯处,指示他们做好航海准备。
ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον.
他同时也说服了罗德人加入战争。
§29.4.8ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη διαπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον, §29.4.9μὴ παρορᾶν τὸν καιρὸν μηδʼ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων, §29.4.10σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. —
办妥这些事务后,他派赫罗丰作为使节前去谒见欧墨尼斯(此人此前就已被派去交涉过),并派克里特人泰勒姆纳斯托斯去谒见安条克,敦促他不要错失良机,也不要以为罗马人的傲慢和蛮横仅与玻尔修斯一人有关,而是要清楚地认识到,如果他现在不亲自介入——最好是调停这场战争,若不然则予以协助——那么他很快就会亲身体验到与玻尔修斯相同的命运。

词汇与语法注释

  1. §29.4.1ἕτοιμον ὄντα — 该词为宾格分词,与作不定式 `προκαταλαμβάνειν` 逻辑主语的 `τὸν νεανίσκον`(真希乌斯)一致。它并非分词短语,而是作为不定式主语的修饰语起作用。
  2. §29.4.2ἐπιτελεσθήσεσθαι — 该词为间接引语中的将来不定式,依附于前一节中的动词 `ἠξίου`(声称、要求)。其语法主语为 `πᾶν τὸ προτεθέν`(一切既定的目标)。句首的 `τῶν... ὄντων` 为表示原因的属格绝对结构。
  3. §29.4.7τοὺς δὲ πρεσβευτὰς — 该宾格短语所依附的动词省略了前句中的共同主控动词 `ἐξέπεμπεν`(即 `τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν` 中的动词),在阅读时需要补出该词。
  4. §29.4.9μὴ παρορᾶν — 该词为间接命令不定式(或独立/命令式用法),依附于 §29.4.8 中主控动词 `ἐξέπεμψε` 所暗含的传达口信或命令的意图。接下来的 `μηδʼ ὑπολαμβάνειν` 以及 §29.4.10 中的 `σαφῶς δὲ γινώσκειν` 也属于相同的构文。
  5. §29.4.10τῆς αὐτῆς ἑαυτῷ τύχης — 与格的 `ἑαυτῷ` 与指示形容词 `τῆς αὐτῆς` 连用,表示比较或同一的对象(“与自己相同的命运”)。此处的反身代词 `ἑαυτῷ` 指代口信的发送者,即主句的主语玻尔修斯(间接反身用法)。

引用这一段

波利比奥斯, 历史 §29.4.1-29.4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:29.4.1-29.4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。