Humanitext Reader

ポリュビオス · 歴史 §29.3.1-29.3.9

ペルセウスとゲンティオスの反ローマ同盟締結

1118 / 1311 箇所 · ギリシア語

要旨

マケドニア王ペルセウスは、イリュリア王ゲンティオスが資金提供を条件に反ローマ共闘に応じる旨を伝えられると、側近のパンタウコスを派遣して同盟誓約を交わさせ、さらにロードス島へ共同使節を送るよう仕向けた。

§29.3.1ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς Γένθιον ὑπὲρ τῆς συμμαχίας, §29.3.2καὶ διασαφούντων ὅτι πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων, §29.3.3πυθόμενος ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινοπραγίαν προεχειρίσατο Πάνταυχον, ἕνα τῶν πρώτων φίλων,
ペルセウスが同盟のためにゲンティオスのもとに使節として派遣したヒッピアスの一行が、冬の前に到着し、もし自分に300タラントンと全体についての適切な保証が与えられるならば、王はローマ人に対する戦争を引き受ける用意があることを明らかにしたとき、これを聞き、ゲンティオスとの共同行動が必要であると判断したペルセウスは、第一の「友」の一人であるパンタウコスを指名して、彼を派遣した。
§29.3.4καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρʼ αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων.
その際、まず金銭について合意し、同盟のための誓約を取り交わし、次いでただちに、パンタウコスが適切と考える人質をあちらから送らせ、あちらが文書で指定した人質を彼から受け取ること、さらにこれに加えて300タラントンの輸送について手配することを命令として与えた。
§29.3.5ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων.
パンタウコスはただちに出発してラベアティス地方のメテオンに到着し、そこでゲンティオスと会見すると、速やかにこの若者を説得して、ペルセウスと希望を同じくするようにさせた。
§29.3.6τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν.
同盟のための誓約が交わされ、文書に記録されると、ただちにゲンティオスは、パンタウコスによって登録された人質を送り、同時に、ペルセウスから誓約と人質を受け取るためにオリンピオンを、また金銭の管理を担当する別の人々を同行させた。
§29.3.7σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας.
これらに加え、パンタウコスは、ペルセウスから派遣される者たちと共に、共同同盟のためにロードス島へ使節を派遣するようゲンティオスを説得した。
§29.3.8τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους.
なぜなら、これが実現し、ロードス人が戦争に加われば、ローマ人を完全に打ち負かしやすくなると彼は主張したからである。
§29.3.9ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐντολάς, ὅταν λάβωσιν τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν Ῥόδον.
ゲンティオスはこれらの勧告を受け入れ、パルメニオンとモルコスを指名して派遣した。 彼らに与えた命令は、ペルセウスから誓約と人質を受け取り、金銭についての合意が成立したならば、ロードス島に使節として赴くことであった。

語釈・文法注

  1. §29.3.1ὅτι — テキスト冒頭の ὅτι は、ビザンツ期に作成された抄録(Excerpta)に典型的な導入の接続詞であり、主節の動詞とは直接結びつかない。
  2. §29.3.4ὁμολογήσαντα ... πέμπειν ... λαμβάνειν ... διατάξασθαι — 与格の名詞句 δοὺς ἐντολὰς(「命令を与えて」)に後続する、行為の内容を説明する不定詞句の連続。主語(パンタウコス)を表す対格分詞 ὁμολογήσαντα が不定詞の意味上の主語として一致している。
  3. §29.3.5πρὸς τὸ κοινωνεῖν — 前置詞 πρὸς と冠詞付き不定詞(中性単数対格)の組み合わせで、目的や方向性(「〜することへ、〜するように」)を表す。
  4. §29.3.8τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων ... εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους — 前半は属格絶対構文(τούτου γενομένου および συνεμβάντων τῶν Ῥοδίων)による条件・前提の提示。後半は動詞 ἀπέφαινε(「彼は〜であると主張した」)の補語として、対格不定詞構文(τοὺς Ῥωμαίους εὐκαταγωνίστους ἐσομένους)が使われている。

この箇所を引用する

ポリュビオス, 歴史 §29.3.1-29.3.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:29.3.1-29.3.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。