§29.22.1ὅτι Εὐμένης ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν·
王エウメネスは、ペルセウスとローマ人の戦いが決着した時、多くの人々が言うように予期せぬ境遇に陥ったが、人間の物事が大体においてそうなるのが自然であるのによれば、普通に起こりがちな事態の一つに陥ったのである。
§29.22.2ἱκανὴ γὰρ ἡ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας.
というのも、運命は、予想外の出来事によって理に適った事柄を台無しにするのに十分な力を持っており、仮に誰かに協力して自らの天秤を傾けて加勢したとしても、再び、あたかも悔恨によるかのように、たちまち対抗して天秤を揺り戻し、その成功を足元から台無しにするものだからである。
§29.22.3ὃ καὶ τότε περὶ τὸν Εὐμένη γενέσθαι συνέπεσε·
まさにこのことが、当時エウメネスの身にも起こることとなった。
§29.22.4δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως συνεξαναστάντων τοῖς καιροῖς.
というのも、ペルセウスと、さらにはマケドニアの王国全体が根こそぎ滅ぼされたため、彼は当時、自らの支配がこの上なく安全な基盤の上に確立され、これからの時間が多大な安泰をもたらすと特に思っていたのだが、まさにその時に、アジアのガラティア人たちがその時期に乗じて不意に一斉に蜂起したことによって、最大の危機に遭遇したからである。