§29.23.1ὅτι κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμφοτέρων [Πτολεμαίου καὶ Πτολεμαίου] περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω, πολλὴν ἔχοντα φιλοτιμίαν.
ペロポネソスにおいて、まだ冬のうちに、両王[プトレマイオスとプトレマイオス]から援助に関する使節団が到着したとき、多くの、しかも非常に熱を帯びた評議が行われた。
§29.23.2τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν, §29.23.3τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν ὑπάρχουσαν συμμαχίαν.
というのも、カリクラテスやディオパネス、そして彼らとともにウペルバトスらにとっては、援助を与えることは不都合に思われたが、アルコンやリュコルタス、そしてポリュビオスらにとっては、既存の同盟に基づいて王たちに援助を与えることが適切であると思われたからである。
§29.23.4ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν τἀδελφῷ.
というのも、その当時すでに、事態の窮迫により、弟のプトレマイオスが民衆によって王に推戴されており、兄はメンフィスから下ってきて弟と共同統治を行っていたからである。
§29.23.5καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ διακοσίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δʼ ἱππέων Πολύβιον.
そして彼らはあらゆる種類の支援を必要としており、エウメネスとディオニュソドロスをアカイア人のもとへ使節として派遣し、歩兵千人と騎兵二百人を要求し、同盟軍全体の指揮官としてリュコルタスを、騎兵の指揮官としてポリュビオスを求めた。
§29.23.6πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον διεπέμψαντο, παρακαλοῦντες αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν.
またシキュオンのテオドリダスのもとへは使者を送り、千人の傭兵隊を編成するよう求めた。
§29.23.7συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν.
ところで、王たちが上述の人物たちとより深い結びつきを有していたのは、我々がすでに述べた事績によるものであった。
§29.23.8τῶν δὲ πρεσβευτῶν παραγενομένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων ὄντα μεγάλα καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν ὄψιν ἀγόντων καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, §29.23.9πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν·
使節たちが到着したとき、アカイア人の会議がコリントスで開催されていたが、彼らが王家に対する多大な友好関係を更新し、王たちの危急の状況を目の前に描き出して自らへの援助を懇願すると、アカイア人の民衆は、単に一部の兵力だけでではなく、必要とあらば、全軍を挙げて王たちと危険を共にする用意があった。
ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν.
というのも、両王ともに王冠と権力を保持していたからである。
οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον, §29.23.10φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδʼ ὅλως, ἀλλʼ ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι χρείας·
しかしカリクラテスらは反対し、およそ余計な干渉をすべきではなく、現在の危機的状況においてはなおさらそうであり、むしろ他事に気を取られることなくローマ人に対して奉仕を提供できるようにしておくべきだと主張した。
§29.23.11μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ
というのも、クイントゥス・ピリッポスが冬営をテッサリアで行っているため、大局を決する危機が当時最も予想されていたからである。