§29.21.1ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημητρίου τοῦ Φαληρέως φωνῆς.
したがって、デメトリオス・ファレレウスの言葉を、しばしば、そして極めて強く思い出すことになる。
§29.21.2ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐμετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατʼ Ἀλέξανδρον καιρούς, ὅτε κατέλυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα· "
というのは、彼は『運命について』の覚書において、人々にその移り変わりやすさを鮮明に示そうとして、アレクサンドロスの時代、すなわち彼がペルシアの支配を滅ぼした時代に目を向け、次のように述べているからである。
§29.21.3εἰ γὰρ λάβοιτʼ ἐν νῷ μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητʼ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα.
「もしあなたがたが、無限の時間や多くの世代ではなく、私たちの前のわずかこの50年間だけを心に留めるなら、そこにおける運命の苛烈さを知ることになるだろう。
§29.21.4πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθʼ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτʼ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδʼ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδʼ ὄνομα πρότερον ἦν γνώριμον §29.21.5.
50年前に、ペルシア人やペルシアの王、あるいはマケドニア人やマケドニアの王が、もし神の一人が彼らに未来を予言したとして、かつては世界のほぼ全土を支配していたペルシア人の名前さえこの時(現代)には全く残らず、以前はその名前さえ知られていなかったマケドニア人が世界のすべてを支配するようになると、かつて信じたことがあっただろうと思われるだろうか。
ἀλλʼ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις,
しかしながら、私たちの人生に対して何の契約も結ばず、私たちの推測に反してすべてを刷新し、その力を予期せぬ出来事の中に示す運命は、今もまた、私には思われるのだが、すべての人々に示している。
§29.21.6Μακεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.
マケドニア人をペルシアの繁栄の中に移し住まわせたことで、彼らが彼らに対してもこれらの善きものを、彼らについて何か別のことを決議する時まで、貸し与えているにすぎないということを。
§29.21.7"ὃ νῦν γέγονε κατὰ Περσέα.
」そしてそれは、今やペルセウスに関して現実となった。
ταῦτα μὲν οὖν Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ μέλλοντος ἀποπεφοίβακεν.
このようにデメトリオスは、あたかも神の口を通してであるかのように、未来について預言したのである。
§29.21.8ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθʼ οὓς συνέβη καταλυθῆναι τὴν Μακεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν, ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλʼ αὐτός τε τὸν πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι·
私自身は、記述を進めるにあたって、マケドニア王国の滅亡が起こったこの時代に焦点を当て、自分自身がこの出来事の目撃者であっただけに、不注意に通り過ぎるべきではないと考え、ふさわしい言葉を自ら述べ、またデメトリオスの言葉を思い出すべきだと判断した。
§29.21.9δοκεῖ γάρ μοι θειοτέραν ἢ κατʼ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.
というのも、彼は人間を超えた、より神がかり的な予言を行ったように私には思われるからである。 なぜなら、彼はその後起こるべきことについての真実を、ほぼ150年も前に宣言したのだから。