§29.21.1ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημητρίου τοῦ Φαληρέως φωνῆς.
结果,人们常常且极深地想起法勒鲁姆的德米特里的话。
§29.21.2ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐμετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατʼ Ἀλέξανδρον καιρούς, ὅτε κατέλυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα· " §29.21.3εἰ γὰρ λάβοιτʼ ἐν νῷ μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητʼ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα.
因为他在《论命运》的备忘录中,为了向人们清晰地指出命运的易变,将目光投向亚历山大的时代,即他消灭波斯帝国统治的时期,说道:“因为,如果你们在心中留意的不是无限的时间,也不是许多世代,而仅仅是落于我们眼前的这五十年的话,你们就会知道其中命运的残酷。
§29.21.4πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθʼ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτʼ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδʼ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδʼ ὄνομα πρότερον ἦν γνώριμον §29.21.5.
因为在五十年前,如果有一位神灵向他们预言未来,你们认为波斯人、波斯国王,或者马其顿人、马其顿国王,曾几何时会相信:到了现在这个时期,曾经几乎统治了整个世界、声名显赫的波斯人甚至连名字都不会剩下,而此前甚至连名字都无人知晓的马其顿人却将统治一切?
ἀλλʼ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις, §29.21.6Μακεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.
然而,命运——它对我们的生命不作任何契约,使一切更新得全然违背我们的推算,并在出乎意料的事变中展示其自身的力量——在现在,正如我所认为的那样,向所有人表明,将马其顿人迁入波斯人的繁荣之中,只是因为她(命运)将这些美好的东西也借给他们,直到她对他们做出别的决定为止。
§29.21.7"ὃ νῦν γέγονε κατὰ Περσέα.
” 而这如今已在珀尔修斯身上成为现实。
ταῦτα μὲν οὖν Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ μέλλοντος ἀποπεφοίβακεν.
因此,德米特里仿佛是用某种神圣之口对未来做出了预言。
§29.21.8ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθʼ οὓς συνέβη καταλυθῆναι τὴν Μακεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν, ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλʼ αὐτός τε τὸν πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι· §29.21.9δοκεῖ γάρ μοι θειοτέραν ἢ κατʼ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.
而我,在撰写历史时,将目光聚焦于马其顿王国覆灭的这个时代,因为我自己就是这起事件的目击者,我认为不应漫不经心地放过,而是应当自己发表适当的言论,并提及德米特里;因为在我看来,他做出了超越常人的、更具神性的预言,因为他几乎在一百五十年之前,就对随后将要发生的事情宣告了真理。