§29.19.1ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι,
ὅτι ペルセウスが敗北して逃走していたまさにその時に、元老院は、ペルセウスとの戦争を調停するために到着していたロドス人からの使節を召喚することを決定した。
§29.19.2τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον.
まるで運命が、当時ロドスにおいて実権を握っていた人々ではなく、――もしロドス人と言うべきならだが――ロドス人の愚かさを、わざと公衆の面前に曝し出しているかのようであった。
§29.19.3οἱ δὲ περὶ τὸν Ἁγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλεμον·
ハゲポリスの一行は議場に入ると、戦争を調停するために来たと述べた。
τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην·
というのも、戦争がさらに長引くなかで、ロドス人の民衆は、これがすべてのギリシア人にとって不利益であり、ローマ人自身にとっても多大な出費のゆえに不利益であるとみなして、この決定に至ったからである。
§29.19.4νῦν δὲ λελυμένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν συγχαίρειν αὐτοῖς.
しかし今や、ロドス人の望み通りに戦争が終結したので、彼らはローマ人に祝意を述べる、と。
ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἁγέπολιν εἰπόντες βραχέως ἐπανῆλθον.
こうしてハゲポリスの一行は手短に語って退場した。
§29.19.5ἡ δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα,
だが元老院はこの機会を利用し、またロドス人を見せしめにすることを望んで回答を下したが、その要旨は以下のようなものであった。
§29.19.6διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθʼ ἑαυτῶν, ἀλλὰ Περσέως.
すなわち、ロドス人がこの使節団を派遣したのは、ギリシア人のためでも自分たちのためでもなく、ペルセウスのためであると元老院は考えている。
§29.19.7εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν ἐπὶ δύʼ ἐνιαυτοὺς
もし彼らがギリシア人のために使節を送っていたのであれば、ペルセウスがテッサリアにほぼ二年間も陣を敷き、ギリシア人の土地や都市を略奪していたあの時こそが、より適切な時期であったはずだ。
§29.19.8τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, §29.19.9προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλʼ ἐξελέσθαι τὸν Περσέα καὶ σῶσαι, καθʼ ὅσον εἰσὶν δυνατοί.
しかし、あの機会をやり過ごしながら、我が軍がマケドニアに侵入してペルセウスが包囲され、生存の望みを完全に失いかけている今になって、戦争を調停しようと努めて参じていることは、正しく物事を見る者にとって、彼らが使節を派遣したのが戦争の調停を望んでのことではなく、自分たちの力の及ぶ限り、ペルセウスを窮地から救い出して保護することを望んでのことであるのが明白であるからだ。
§29.19.10διʼ ἃς αἰτίας οὔτʼ εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν.
これらの理由から、彼らは、現時点において彼らに恩恵を施すことも、好意的に応じることも、なすべき義務はないと述べた。
§29.19.11ταῦτα μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς.
元老院は、ロドス人の使節たちに対してこのように回答した。
—
—