§29.19.1ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι,
就在珀尔修斯战败逃亡之时,元老院决定召见来自罗德斯岛的使节,他们是为了调停与珀尔修斯的战争而来的。
§29.19.2τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον.
命运仿佛故意将罗德斯人的愚蠢推上舞台——如果应该说是“罗德斯人的”,而不是“当时在罗德斯掌握权势的那些人的”话。
§29.19.3οἱ δὲ περὶ τὸν Ἁγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλεμον· τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην· §29.19.4νῦν δὲ λελυμένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν συγχαίρειν αὐτοῖς.
哈格波利斯及其随从进入后表示,他们来是为了调停战争;因为罗德斯人民看到战争拖延了更长的时间,对所有希腊人都没有益处,而且由于开支巨大,对罗马人自己也是个负担,因此才做出了这个决定;但既然现在战争已经按照罗德斯人的意愿结束,他们便向罗马人表示祝贺。
ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἁγέπολιν εἰπόντες βραχέως ἐπανῆλθον.
哈格波利斯等人简单地说了这些话后便退下了。
§29.19.5ἡ δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα, §29.19.6διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθʼ ἑαυτῶν, ἀλλὰ Περσέως.
然而元老院利用这一时机,并希望以罗德斯人为例施加惩戒,便给出了回复,其主要内容如下:他们认为,罗德斯人派遣这次使团,既不是为了希腊人,也不是为了罗马人自己,而是为了珀尔修斯。
§29.19.7εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν ἐπὶ δύʼ ἐνιαυτοὺς §29.19.8τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας,
因为,如果他们是为了希腊人的缘故派遣使节,那么当初珀尔修斯在塞萨里亚扎营近两年、蹂躏希腊人的土地和城市时,才是更为合适的时机;然而,他们错过了那个时机,现在却急于前来调停战争,此时我们的军队已经攻入马其顿,而被包围的珀尔修斯已经几乎完全失去了得救的希望。
§29.19.9προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλʼ ἐξελέσθαι τὸν Περσέα καὶ σῶσαι, καθʼ ὅσον εἰσὶν δυνατοί.
在正确审视此事的人看来,这显然表明他们派遣使节并非想要结束战争,而是为了尽其所能去解救并保全珀尔修斯。
§29.19.10διʼ ἃς αἰτίας οὔτʼ εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν.
鉴于这些原因,他们表示,目前没有任何义务对罗德斯人施予恩惠或作友好答复。
§29.19.11ταῦτα μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς.
元老院对罗德斯人的使节作出了这样的答复。
—
—