§29.12.1πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τούτου δʼ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων.
また他の人々はシリア戦争について書いているが、この原因は、私たちがすでに多大の紙幅を割いて語った通りのことである。
§29.12.2ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν, §29.12.3τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δʼ ἔτι τούτων ἐλάττους.
というのも、彼らは単純で単調な主題を取り上げて、出来事によってではなく、本の量によって歴史家と見なされ、そのような評判を惹きつけようと望むときには、小さな出来事を大きく扱い、短く語されるべきことを誇張して長々と語り、付随的になされた一部の行為を、さも重大な事業や出来事であるかのように仕立て上げ、時には歩兵が十人、あるいはそれより少し多いくらい、騎兵はそれよりもさらに少なくしか戦死しなかったような、戦闘を考案し、布陣を報告せざるを得なくなるからである。
§29.12.4πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφʼ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων.
というのも、彼らが事実に事欠くために、攻囲戦や地形の描写、およびこれらに類する事柄をどれほど細大漏らさず描き出しているかについては、誰も十分に語り尽くすことはできないだろう。
§29.12.5περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος·
これに対して、普遍的な歴史を書く者たちにとっては、その方法は逆である。
§29.12.6διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρʼ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ?μ?ε?ῖ?σ? ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν.
それゆえ、他の人々のもとでは多くの言葉や潤色を得ている事柄を、私たちが時には省略し、時には簡潔に報告するからといって、私たちが出来事を投げやりに扱っていると非難すべきではなく、むしろ私たちがそれぞれに対してふさわしいだけの叙述を割り当てているのだと信じるべきである。
§29.12.7ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ Κορωνείας καὶ ε οῦ πολιορκίαν γράφωσιν, ἀναγκάζονται πάσας τὰς τῆς πολιορκίας ἐπινοίας καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι,
というのも、彼らはその全著作において、例えばファノテイアやコロネイアや……の攻囲戦を書くとき、攻囲戦におけるあらゆる計略や大胆な試み、状況の設定を詳しく説明せざるを得ないからである。
§29.12.8πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρʼ αὑτῶν, ἀλλʼ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν λόγον.
さらには、タレントゥムの奪取、コリントス、サルデイス、ガザ、バクトラ、そして何よりもカルタゴの攻囲戦において、詳細に記述し、自らの考案を付け加えるようなことはせず、むしろそのような事柄についてありのままの真実かつ主要な叙述をただ簡潔に示すだけで、完全に満足すべきなのである。
§29.12.9ἡ δʼ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν τῆς ἱστορίας·
布陣や演説、同様に歴史の他の部分についても、私たちの主張は同じである。
§29.12.10ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων,.
これらすべてにおいて、また同様に今後語られるべきことについても、私たちは当然ながら多大なる寛容を得るべきである。
οι?ον ει τ? φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως ῥήμασι· §29.12.11πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι·
たとえば、私たちが同じ主題、同じ出来事の扱い方、あるいは同じ表現を用いているように見えることがあったとしても、さらには、山や川の名前、あるいは土地の特性において、万一私たちが誤ることがあったとしても。
τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι·
なぜなら、この著作の膨大な規模自体が、これらすべての点において私たちの免責を認めるのに十分だからである。
§29.12.12πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες·
ただし、意図的に、あるいは何らかの利益のために私たちが虚偽を述べていることが発覚する場合は別である。
τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. —
それについては、私たちがこの著作の中でこれまでに何度もその点について明確に区別して説明してきたように、決して免責を認めるものではない。