§29.11.1ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον, τῶν παρὰ τοῦ Γενθίου, καὶ σὺν τούτοις τοῦ Μητροδώρου παραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς βουλῆς, §29.11.2παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν Δείνωνα καὶ Πολυάρατον φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θεαίδητον καταπεπληγμένων τὰ συμβαίνοντα·
ゲンティオスからの使節であるパルメニオンとモルコスの一行、および彼らと共に派遣されたメトロドロスがロードスに到着し、評議会が招集されたとき、デイノンとポリュアラトスの一行がすでに公然とペルセウスを支持する発言を敢えて行う一方で、テアイデトスの一行は発生している事態に圧倒されており、民会は完全に騒然としていた。
§29.11.3καὶ γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἱππέων καὶ ἡ τοῦ Γενθίου μετάθεσις συνέτριβεν αὐτούς.
というのも、快速船の出現、失われた多くの騎兵、そしてゲンティオスの立場転向が、彼らを打ちのめしていたからである。
§29.11.4διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις·
それゆえ、民会の結末もまた、前述の状況に沿ったものとなった。
§29.11.5ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους ὑπάρχειν.
すなわち、ロードス人たちは、両方の王に好意的に回答し、自分たちは戦争を調停することを決定していると明確に伝え、彼ら両王に対しても和解に応じる姿勢を見せるよう促すことに決めたのである。
§29.11.6ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας. —
また、彼らはゲンティオスからの使節たちをも、多大な好意をもって公の炉(プリュタネイオン)へと温かく迎え入れた。