§29.12.1πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τούτου δʼ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων.
另外一些人则撰写关于叙利亚战争的历史;而其原因正是我们已用较多篇幅所说明的那样。
§29.12.2ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν, §29.12.3τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δʼ ἔτι τούτων ἐλάττους.
因为,当他们采用简单且单一的主题,并希望不因其实际内容、而仅凭书籍的数量就被视为历史学家,并以此吸引此类名声时,他们就不得不将小事化大,把本该简述的事情加以润色和夸大,将一些顺带做成的事粉饰成伟大的事业和功绩,安排格斗并宣称发生大战,而在这些战斗中,有时仅战死十个步兵,或偶尔稍微多一点,而骑兵则比这更少。
§29.12.4πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφʼ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων.
因为至于攻城战、地形描写以及诸如此类的事,任何人由于他们缺乏实际史料而将这些内容精雕细琢到何种程度,都无法做出相称的说明。
§29.12.5περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος·
然而,对于撰写通史的人来说,其方法则完全相反。
§29.12.6διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρʼ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ?μ?ε?ῖ?σ? ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν.
因此,当我们有时省略、有时简述那些在某些人笔下获得大篇幅叙述与润色的事件时,不应当指责我们是在草率对待这些史实,而应当相信我们对每一件事都给予了恰如其分的叙述。
§29.12.7ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμπάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ Κορωνείας καὶ ε οῦ πολιορκίαν γράφωσιν, ἀναγκάζονται πάσας τὰς τῆς πολιορκίας ἐπινοίας καὶ τόλμας καὶ διαθέσεις ἐκτίθεσθαι, §29.12.8πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρʼ αὑτῶν, ἀλλʼ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν λόγον.
因为,当他们在整部著作中,例如撰写关于法诺泰亚、科罗内亚和……的围攻战时,不得不阐明围攻中的一切计谋、冒险与局势部署;而在这些之外,(我们)不应在夺取塔兰托,以及围攻科林斯、萨尔迪斯、加沙、巴克特里亚,尤其是围攻迦太基这些事上耗费篇幅并加入自创的内容,而是应当完全满足于仅对这些重大事件给出真实、核心且不加修饰的叙述。
§29.12.9ἡ δʼ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν τῆς ἱστορίας· §29.12.10ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων,. οι?ον ει τ? φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως ῥήμασι· §29.12.11πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι·
关于战斗部署和公众演说,以及历史的其他组成部分,我们的主张也是一样的;在所有这些方面,以及同样对于今后将要叙述的内容,我们都理应获得极大的宽容,例如在我们似乎使用了相同的主题、相同的事务处理方式,或是相同的措辞时;此外,如果在山川名称或地方特征上我们偶尔有所疏漏;因为这部著作的庞大规模本身,就足以在所有这些事情上为我们请求免责。
§29.12.12πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα. —
除非发现我们是出于蓄意或为了某种私利而撰写虚假内容;因为对此我们决不请求免责,正如我们在著作中已多次就这一部分做出的明确区分那样。