Humanitext Reader

ポリュビオス · 歴史 §28.7.1-28.7.15

ポリュビオスの演説とエウメネスの名誉回復

1099 / 1311 箇所 · ギリシア語

要旨

アッタロスの使節がアカイア人にエウメネスの名誉回復を求めた際、ポリュビオスの説得力ある演説により、かつて裁判官たちの私怨で剥奪された名誉が回復されることになった。

§28.7.1τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους.
これらのことが最近起こり、またアルコンらはローマ人およびその友人たちに協力すべきであるとすでにあらかじめ考えていたため、アッタロスが(彼らの協力を得るための)交渉を行った相手がすでに準備を整えていたというのは、ある意味で幸運なことであった。
§28.7.2διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων.
それゆえ彼らは、アッタロスに対して熱心に同意し、その要請された事柄について協力することを約束した。
§28.7.3τοῦ δʼ Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος, §28.7.4ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας.
そしてアッタロスが使節を派遣し、彼らが最初の民会に到着して、王の名誉が回復されることについてアカイア人たちと交渉し、アッタロスの好意を介してこれを行うよう懇願したとき、民衆はどのような意見を持っているか定かではなかったが、多くの者が様々な理由から、その反対意見を述べるために立ち上がった。
§28.7.5οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην· οἱ δʼ ἐκ τῶν κατʼ ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς.
というのも、そもそも名誉剥奪の契機を作った者たちは自分たちの決定を正当化しようと望み、私的な恨みを持つ者たちは王に復讐する好機だと考え、また協賛者たちに対する嫉妬から、アッタロスが企てを成功させることを阻もうと競い合う者たちもいたからである。
ὁ δʼ Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς·
一方、アルコンは使節たちを援助するために立ち上がった。
§28.7.6ἐκάλει γὰρ τὰ πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην.
事態は同盟将軍の意見表明を求めていたからである。
βραχέα δʼ εἰπὼν ἀνεχώρησε,
しかし、彼は短い言葉を述べただけで退いた。
§28.7.7διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι.
職を得るために多額の資金を費やしていたため、何らかの利益のために勧告していると思われるのを警戒したのである。
§28.7.8πολλῆς δʼ οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δίʼ ἁπάσας.
非常に困難な状況の中、ポリュビオスが立ち上がってより詳細な演説を行い、何よりも多くの人々の意見に訴えかけた。 彼は、名誉に関するアカイア人の当初の決議を示し、その中には不適切で不法な名誉は剥奪されるべきであると書かれていたが、決してすべてではないということを指摘したのである。
§28.7.9τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη, δικαστὰς [Ῥοδίους] ὑπάρχοντας κατʼ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως·
そして、当時裁判官であり、私的な事柄からエウメネスと対立していたソシゲネスやディオペイテスの一派が、この口実を利用して王のすべての名誉を覆してしまったのだと述べた。
§28.7.10καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον.
さらに彼らはアカイア人の決議に反し、彼らに与えられた権限に反し、そして何よりも、正義と適切さに反してこれを行ったのだと。
§28.7.11οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν.
なぜなら、アカイア人たちはエウメネスから何か不当な扱いを受けたから名誉を剥奪しようと決議したのではなく、彼がその受けた恩恵以上のものを求めたため、これに反発して過剰な部分を取り除くことを決議したからである。
§28.7.12διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν, §28.7.13ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπʼ αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον.
それゆえ彼は次のように述べた。 あの裁判官たちがアカイア人の体面よりも私怨を優先させてすべての名誉を覆したように、アカイア人たちもまた、自分たちの義務とふさわしさを最優先に考え、裁判官たちの過ちと、エウメネスに対してなされたおよそ理不尽な事態を正すべきであると、しかも、この恩恵を単にあの王自身に対して施すだけでなく、それ以上にその弟であるアッタロスに対して施すことになるのだから、なおさらそうすべきであると。
§28.7.14τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον.
民衆がその言われたことに賛同したため、もしアカイア同盟にとって不適切なもの、あるいは不法なものが含まれていなければ、エウメネス王のすべての名誉を回復するよう政務官たちに命じる決議が起草された。
§28.7.15τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον. —
このようにして、またこの時に、アッタロスはペロポネソスにおいて兄エウメネスに以前与えられていた名誉に関して生じていた理不尽な事態を正したのである。

語釈・文法注

  1. 28.7.1προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα — 独立属格構文である。"προδιειληφότων" は "προδιαλαμβάνω"(あらかじめ決定する)の完了能動分詞属格複数で、"τῶν περὶ τὸν Ἄρχωνα"(アルコンの一行、アルコンら)がその意味上の主語。
  2. 28.7.7διὰ τὸ ... δεδαπανηκέναι — 原因・理由を表す "διὰ τό" + 不定詞("δεδαπανηκέναι"、「〜を費やしてしまっていたため」)の構文である。
  3. 28.7.9τοὺς δὲ περὶ Σωσιγένη ... ἀνατετροφέναι — 主動詞 "ἔφη" に導かれる間接話法における対格不定詞構文。"τοὺς δὲ περὶ Σωσιγένη"(ソシゲネスの一派)が対格の主語、"ἀνατετροφέναι" が完了不定詞。
  4. 28.7.11οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι — 前文の "ἔφη"(§28.7.9)から間接話法が継続しており、"βουλεύσασθαι"(決議したこと)が対格不定詞。"ὡς ἠδικημένους" は「不当な扱いを受けたかのように(思って)」という主観的理由を表す分詞句。

この箇所を引用する

ポリュビオス, 歴史 §28.7.1-28.7.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.7.1-28.7.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。