Humanitext Reader

波利比奥斯 · 历史 §28.7.1-28.7.15

波利比乌斯的演说与欧墨尼斯荣誉的恢复

第 1099 段,共 1311 段 · 希腊语

内容简介

当阿塔罗斯的使节请求阿凯亚人恢复欧墨尼斯的荣誉时,波利比乌斯发表了具有说服力的演说,使得先前因裁判官私怨而被剥夺的荣誉得以恢复。

§28.7.1τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους.
由于这些事情最近发生,且阿尔孔一伙人已经预先判定必须与罗马人及其朋友合作,因此,阿塔罗斯向已经作好准备的人们提出交涉,这在某种意义上可说是一种幸运。
§28.7.2διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων.
因而,他们热情地对他表示赞同,并承诺在所请求的事项上予以协助。
§28.7.3τοῦ δʼ Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος, §28.7.4ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας.
随后阿塔罗斯派遣了使节,他们抵达第一次公民大会,与阿凯亚人就恢复国王的荣誉进行交涉,并恳求通过阿塔罗斯的情面来促成此事,民众的态度尚不明确,但许多人由于各种原因站起来表示反对。
§28.7.5οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην· οἱ δʼ ἐκ τῶν κατʼ ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς.
因为起初造成剥夺荣誉的那些人希望确立自己的决定;而另一些人则出于私怨,认为这是报复国王的好机会;还有些人出于对合作者们的嫉妒,力图阻止阿塔罗斯实现其意图。
ὁ δʼ Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς· §28.7.6ἐκάλει γὰρ τὰ πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην.
不过,阿尔孔站起来支持使节们;因为局势需要将军发表意见。
βραχέα δʼ εἰπὼν ἀνεχώρησε, §28.7.7διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι.
但他只简短地说了几句就退下了,他心存警惕,唯恐因自己在竞选官职上花费了巨额资金,而被人认为是为了某种私利才提出这一建议。
§28.7.8πολλῆς δʼ οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δίʼ ἁπάσας.
在极其困难的情况下,波利比乌斯站起来发表了较为详尽的讲话,并且特别迎合了大众的意见,指出了阿凯亚人起初关于荣誉的决议,其中写着应当免除不体面和非法的荣誉,但绝对不是全部。
§28.7.9τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη, δικαστὰς [Ῥοδίους] ὑπάρχοντας κατʼ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως· §28.7.10καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον.
他说,当时担任裁判官、并因某些私人恩怨与欧墨尼斯不和的索西格尼斯和迪奥佩塞斯一伙人,正是利用了这一借口,推翻了国王的所有荣誉;并且他们此举违背了阿凯亚人的决议,违背了赋予他们的权力,而最重要的是,违背了公正和体统。
§28.7.11οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν.
因为阿凯亚人决定免除欧墨尼斯的荣誉,并非因为他们受到了任何不公对待,而是因为欧墨尼斯图谋超出其恩德的荣誉,他们对此感到反感,因而投票削减了过度之部分。
§28.7.12διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν, §28.7.13ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπʼ αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον.
因此他说,正如那些裁判官将个人私怨凌驾于阿凯亚人的体面之上而推翻了所有荣誉,阿凯亚人也应当将自己的责任和体面视为最首要的事,去纠正裁判官的错误,以及纠正对欧墨尼斯所造成的种种不公,况且他们不仅将这份恩情施予国王本人,更是施予其弟阿塔罗斯,因而更应如此。
§28.7.14τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον.
鉴于民众赞同这番话,便起草了一份决议,命令官员们恢复欧墨尼斯国王的所有荣誉,除非其中含有某些对阿凯亚共同体不体面或非法的成分。
§28.7.15τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον. —
这样,且在此刻,阿塔罗斯纠正了在伯罗奔尼撒半岛上、关于其兄欧墨尼斯先前拥有的荣誉所产生的不公。

词汇与语法注释

  1. 28.7.1προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα — 独立属格结构。"προδιειληφότων" 是 "προδιαλαμβάνω"(预先决定)的现在完成时主动分词属格复数,"τῶν περὶ τὸν Ἄρχωνα"(阿尔孔一伙人)为其逻辑主语。
  2. 28.7.7διὰ τὸ ... δεδαπανηκέναι — 由 "διὰ τό" 加上不定式 "δεδαπανηκέναι" 构成的结构,表示原因(“因为他已经花费了”)。
  3. 28.7.9τοὺς δὲ περὶ Σωσιγένη ... ἀνατετροφέναι — 由主动词 "ἔφη" 引导的间接引语中的宾格加不定式结构。"τοὺς δὲ περὶ Σωσιγένη"(索西格尼斯一伙人)为宾格主语,"ἀνατετροφέναι" 为完成时不定式。
  4. 28.7.11οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι — 间接引语承接前文的 "ἔφη"(§28.7.9),"βουλεύσασθαι" 为不定式。"ὡς ἠδικημένους" 为分词短语,表示主观原因(“仿佛他们受到了不公对待一般”)。

引用这一段

波利比奥斯, 历史 §28.7.1-28.7.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.7.1-28.7.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。