§28.3.1ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους Γάιον Ποπίλιον καὶ Γνάιον Ὀκτάουιον·
ὅτι この時期に、アウルスは副執政官であり、軍勢とともにテッサリアで冬越しをしていたが、ギリシアの各地へ使節としてガイオス・ポピリウスとグナエウス・オクタウィウスを派遣したということ。
§28.3.2οἳ πρῶτον μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
彼らはまずテーバイに到着し、テーバイ人たちを称賛するとともに、ローマ人に対する好意を維持し続けるよう勧告した。
§28.3.3ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλανθρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον ῥηθέντα,
その後、彼らはペロポネソスの諸都市を順次訪れ、少し前に言及された決議を提示しながら、元老院の寛大さと博愛精神を人々に示そうと努めた。
§28.3.4ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας.
同時に彼らは言葉の端々に、各都市において義務に反して身を引いている者たち、また同様に、軽率に突出している者たちのことを自分たちが知っているかのようにほのめかした。
§28.3.5καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν.
そして彼らが、公然と敵対している者たちに対してだけでなく、身を引いている者たちに対しても同様に不満を抱いていることが、誰の目にも明らかとなった。
§28.3.6ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτʼ ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων καιρῶν.
これにより、多くの人々は注意を払い惑わされることになり、現在の状況にうまく対処するためには一体何を語り、何を行うべきなのかと思い悩むようになった。
§28.3.7οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον,
アカイア人の民会が召集されたとき、ガイオスの一行は、リュコルタスやアルコン、ポリュビオスの一行を告発する決意をしていると噂されていた。
§28.3.8καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς. τῶν Ῥωμαίων αἱρέσεως καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρόν, οὐ φύσει τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ τοῖς καιροῖς ἐφεδρεύοντας.
そして、彼らがローマ人の方針に対して非協力的であり、現在は平穏を保っているものの、それは本性からそうしているのではなく、事態の推移をうかがい、機会を狙っているのであると証明しようとしている、と言われていた。
§28.3.9οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν.
しかし、彼らは前述の男たちに対して何ら合理的な根拠を持ち合わせていなかったため、これを実行する勇気を持てなかった。
§28.3.10διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν.
そのため、アイギオンで彼らのために評議会が召集された際、アカイア人たちに対して親切かつ励ましに満ちた会見を行った後、彼らはアイトリアへと出帆した。