§28.3.1ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους Γάιον Ποπίλιον καὶ Γνάιον Ὀκτάουιον·
关于在此时,作为副执政官并率军在色萨利过冬的奥卢斯,派遣盖约·波皮利乌斯和格奈乌斯·奥克塔维乌斯作为使者前往希腊各地之事。
§28.3.2οἳ πρῶτον μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
他们首先来到忒拜,称赞并劝勉忒拜人保持对罗马人的好意。
§28.3.3ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλανθρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον ῥηθέντα, §28.3.4ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας.
随后,他们依次访问了伯罗奔尼撒的城邦,并出示不久前所提及的决议,力图向人们展示元老院的宽大与博爱,同时,他们在言辞中暗中表露出,自己仿佛十分清楚各城邦中那些违背职责退缩不前的人,以及同样那些鲁莽冒进的人。
§28.3.5καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν.
并且,显而易见,他们对那些退缩不前的人的不满,丝毫不亚于对那些公开反对他们的人。
§28.3.6ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτʼ ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων καιρῶν.
结果,这使大多数人陷入了反思与困惑,苦思冥想究竟该说什么、做什么才能妥善应对眼前的局势。
§28.3.7οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον, §28.3.8καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς. τῶν Ῥωμαίων αἱρέσεως καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρόν, οὐ φύσει τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ τοῖς καιροῖς ἐφεδρεύοντας.
当阿开亚人的大会召开时,据说盖约一行人已决定指控吕科尔塔斯、阿尔孔和波里比乌斯等人,并证实他们对罗马人的立场怀有异心,虽然目前保持沉默,但并非出于本性,而是暗中观察事态发展,伺机而动。
§28.3.9οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν.
然而,由于对上述人等没有任何合理的指控依据,他们并未敢付诸行动。
§28.3.10διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν.
因此,在艾吉乌姆为他们召开了议会后,他们对阿开亚人进行了一番既友好又充满勉励的致辞,随后便启航前往埃托利亚。