§28.23.1ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετʼ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον.
同じ頃、ロードス島からプラクソン率いる使節たちが調停のためにアレクサンドリアへ船で到着し、間もなくアンティオコスの陣営にやって来たこと。
§28.23.2γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως.
会見が始まると、使節たちは、両方の王国に対する自分たちの祖国の好意を提示し、また王たち自身の互いの親族関係と、和議から双方に生じる利益を挙げて、多くの言葉を尽くした。
§28.23.3ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων.
しかし王は、使節がまだ語っている途中で話を遮り、多くの言葉は必要ないと述べた。
§28.23.4τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον.
すなわち、王国は年長のプトレマイオスのものであり、自分は彼とはすでに以前に和解して友人となっており、今また市内の人々が彼を帰還させることを望んでいるのであるから、アンティオコスはそれを妨げることはない、ということである。
§28.23.5καὶ δὴ πεποίηκεν.
そして実際、彼はその通りにした。