Humanitext Reader

波利比奥斯 · 历史 §28.23.1-28.23.5

罗得岛使节的调解与安条克的顺应

第 1115 段,共 1311 段 · 希腊语

内容简介

罗得岛使节会见安条克四世以调解亚历山大里亚的局势,安条克表示王位属于年长的普托利迈奥斯,自己不会阻碍其复位,并付诸行动。

§28.23.1ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετʼ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον. §28.23.2γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως.
在同一时期,普拉克松率领的罗得岛使节为了调解而乘船抵达亚历山大里亚,不久便来到安条克的军营;会面举行时,他们发表了长篇演说,既提出自己的祖国对两国朝廷的善意,又提到两位国王彼此之间的亲属关系,以及调解对双方带来的利益。
§28.23.3ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων. §28.23.4τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον. §28.23.5καὶ δὴ πεποίηκεν.
但国王打断了还在发言的使节,说不需要长篇大论;因为他说王位属于年长的普托利迈奥斯,而他与此人早已达成和解并保持着友好关系,现在既然城里的人们希望接其复位,安条克也不会加以阻挠;事实上他也确实这样做了。

词汇与语法注释

  1. §28.23.1οἱ περὶ Πράξωνα — 希腊语惯用语“οἱ περί τινα”意为“普拉克松及其随从”,在此指“普拉克松率领的使节团”。
  2. §28.23.2ἀναγκαιότητα — 虽然通常意为“必要性”,但在此处语境中指国王们之间的“亲属关系”或“紧密纽带”(安条克四世是普托利迈奥斯六世的舅舅)。
  3. §28.23.4τὴν μὲν γὰρ βασιλείαν εἶναι... — 此处至 §28.23.4 结束均为间接引语,转述安条克的话,由一系列不定式(εἶναι, διαλελύσθαι, ὑπάρχειν, μὴ κωλύειν)构成。
  4. §28.23.5καὶ δὴ πεποίηκεν. — 这是在安条克的发言之后,历史学家波利比乌斯本人的评注;使用完成时态(πεποίηκεν.)强调他确实付诸了行动。

引用这一段

波利比奥斯, 历史 §28.23.1-28.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.23.1-28.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。