§28.21.1ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην·
宦官エウライオスが、プトレマイオスを説得し、資金を携え、王国を敵に明け渡して、サモトラケへと撤退させたこと。
§28.21.2ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους;
これに注意を向けるなら、悪しき交際が人間に極めて大きな害悪をもたらすということを、認めない者がいるだろうか。
§28.21.3τὸ γὰρ μηδʼ, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλʼ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,
というのも、危難の外に身を置き、敵からこれほど遠く離れた場所にいながら、みずからの義務の何ひとつにも着手しようとせず、――それも、これほど大きな資源を有し、これほどの地域を支配し、これほど多くの民衆を率いていながら、――そうではなく、直ちにその場から、戦いも交えずに、最も輝かしく最も恵まれた王国を明け渡してしまうこと、これが、完全に女性化し堕落しきった魂の現れであると、どうして言わずにいられようか。
§28.21.4τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν·
もし、この性質が生まれつきプトレマイオスに備わっていたのであれば、彼の本性を非難すべきであり、いかなる外部の要因にも責任を帰すべきではない。
§28.21.5ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —
しかし、その後の行動を通じて、彼の本性みずからが自己弁護を行い、プトレマイオスが危機において十分に揺るぎなく高潔であることを示した以上、彼がその時見せた卑屈さとサモトラケへの逃走の原動力が、あの宦官と彼との交際に起因するものであると非難することは当然であると、誰の目にも明らかであろう。