§28.20.1ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις.
アンティオコスがエジプトを掌握したまさにその時期に、ギリシアからの使節たちのうち、和解のために派遣された者たちが到着した。
ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ,
彼は彼らを親切に歓迎し、最初の応接を極めて豪華なものとした。
§28.20.2κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς ἐντολάς.
その翌日、彼は彼らに引見の機会を与え、自分たちが受けている委託事項について述べるように命じた。
§28.20.3πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις δʼ ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος.
そこでまず、アカイア同盟からの使節たちが演説を行い、これに続いてアテナイからのデマラトスが、その次にはミレトスのエウデモスが語った。
§28.20.4πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους.
全員が同じ時期に、また同じ論題に向けて語っていたので、彼らの個々の演説も互いに非常によく似たものとなった。
§28.20.5τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἀνέφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως.
というのも、起こった出来事の責任については、全員がエウライオスの側近たちに帰し、一方で親族関係およびプトレマイオスの年齢を口実に挙げて、王の怒りを宥めるよう求めたからである。
§28.20.6Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, διʼ ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων,
アンティオコスは、これらすべてを認め、また彼らの論点をさらに強調したうえで、当初からの正当な権利についての主張を語り始め、それによってコイレー・シリア地域の領有権がシリアの王たちに属しているものであることを証明しようと試みた。
§28.20.7ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον·
彼は、一方ではシリアの王権を最初に握ったアンティゴノスの支配権を強化し、他方ではアンティゴノスの死後にマケドニアからの王たちによってセレウコスになされた譲歩を提示した。
§28.20.8ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, §28.20.9ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτʼ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα.
これに続いて、父アンティオコスが戦争によって最後に獲得した領有権に依拠し、そしてとりわけ、アレクサンドリアの人々が、最近他界したプトレマイオスと彼の父アンティオコスとの間で交わされたと主張していた合意、すなわち、彼が現在統治している王の母であるクレオパトラを妻に迎えた際に、持参金としてコイレー・シリアを受け取るべきであったという合意を否定した。
§28.20.10πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν.
この論題について語り、自分自身だけでなく、出迎えた者たちをも自分が正当なことを言っていると納得させたのち、そのときには彼はナウクラティスへと船で渡った。
§28.20.11χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας.
そこでも居住しているギリシア人たちを親切に扱い、彼ら一人一人に金貨を与えたのち、彼はアレクサンドリアに向けて進軍した。
§28.20.12τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν.
使節たちに対しては、アリステイデスとテリスの一行が彼のもとに戻ってきた時に、返答を与えることを約束した。
§28.20.13ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —
というのも、彼は彼らをプトレマイオスの元へ派遣したと言い、ギリシアからの使節たち全員に、すべてのことの証人であり事情を知る者であってほしいと望んだからである。