Humanitext Reader

波利比奥斯 · 历史 §28.21.1-28.21.5

托勒密的逃亡与恶劣近臣的影响

第 1113 段,共 1311 段 · 希腊语

内容简介

作者谴责了托勒密在太监欧莱乌斯的劝说下临阵脱逃至萨莫色雷斯的行为,并指出这种懦弱并非其天性使然,而是坏的交往所致,因为他此后的高贵行为证明了这一点。

§28.21.1ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην· §28.21.2ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους;
宦官欧莱乌斯劝说托勒密带上资金,将王国拱手让给敌人,并撤退至萨莫色雷斯;对此加以留意,谁会不承认坏的交往会给人类带来极大的祸害呢?
§28.21.3τὸ γὰρ μηδʼ, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλʼ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,
因为,在身处险境之外、且与敌人相隔如此遥远的情况下,竟然连自己任何一项职责都不去着手履行——特别是他拥有如此巨大的资源、统治着如此辽阔的领土、并统领着如此众多的人口——反而立即在原地,不费吹灰之力就将一个最显赫、最富庶的王国拱手让人,这怎能不让人说它是灵魂彻底软弱与腐化的表现呢?
§28.21.4τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν· §28.21.5ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —
如果这种本性确实是托勒密天生就有的,那便应当谴责他的本性,而不应将责任推给任何外部因素;然而,既然通过此后的行动,他的本性为自身进行了辩护,证明了托勒密在危险中其实是相当坚定和高贵的,那么显然,人们会理所当然地将他当时的懦弱以及逃往萨莫色雷斯的意图,归咎于那个太监以及与他的交往。

词汇与语法注释

  1. 28.21.2ἐφʼ ἃ — 中性复数宾格关系代词 ὅς 与介词 ἐπί 连用,指代前句所描述的整体情况。在句首起连接作用,意为“对此(若加以留意)”。
  2. 28.21.3τὸ γὰρ μηδʼ ... ὁρμῆσαι ... ἀλλʼ ... παραχωρῆσαι — 冠词不定式短语(τὸ ... ὁρμῆσαι ... παραχωρῆσαι)作为不定式 εἶναι 的主语,而 εἶναι 又是主句动词 φήσειε 的宾语补足语。
  3. 28.21.3ψυχῆς ἐκτεθηλυμμένης — “特征属格”(与系动词 εἶναι 连用的表语属格),意为“属于……的特征”或“是……的表现”。
  4. 28.21.5δῆλον ὡς ... ἄν ... ἀναφέροι — 短语 δῆλον ὡς 既可用作表示“显然”的副词性插入语,也可视为非人称句 δῆλόν ἐστιν ὡς(“显然……”)的省略形式。从句中的 ἄν 搭配希求法(ἀναφέροι)为潜在希求法,表示合理的推测(“人们会归咎于”)。

引用这一段

波利比奥斯, 历史 §28.21.1-28.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.21.1-28.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。