§28.20.1ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις.
正当安条克掌控埃及之时,在从希腊派来商谈和解的使节中,那些被派遣的人抵达了。
ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ,
他亲切地接见了这些人,并对他们进行了极其盛大的首次款待。
§28.20.2κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς ἐντολάς.
次日,他予以接见,并令他们就各自所受的委任阐明来意。
§28.20.3πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις δʼ ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος.
于是,首先是阿凯亚同盟的使节发表了演说,接着是雅典的德马拉托斯,其后是米利都的欧德摩斯。
§28.20.4πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους.
由于所有人都在同一时期围绕同一主题进行阐述,他们的具体演说也显得十分相似。
§28.20.5τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἀνέφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως.
因为他们都将所发生之事的责任归咎于欧莱乌斯的侧近,并抬出托勒密的亲属关系及其年幼,以此恳求宽免国王的怒火。
§28.20.6Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, διʼ ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων,
安条克对这一切表示赞同,并在进一步附和了他们的论点之后,开始阐述其自古以来的正当权利,试图以此证明对柯里叙利亚地区各处的领有权本来就属于叙利亚的历代国王。
§28.20.7ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον· §28.20.8ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, §28.20.9ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτʼ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα.
他一方面强化了最初夺取叙利亚王权的安提柯的统治权,另一方面又提出了安提柯死后,来自马其顿的诸王向塞琉古做出的让步;紧接着,他依仗其父安条克在战争中最后夺得的领有权;最重要的是,他否认了亚历山大里亚人宣称的那份在最近去世的托勒密与他的父亲安条克之间达成的协议,即托勒密在迎娶现任统治国王之母克莱奥帕特拉时,应当获得柯里叙利亚作为嫁妆。
§28.20.10πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν.
在就这一论题进行阐述、不仅说服了自己,也让前来迎接他的人相信他所言公允之后,他当时便乘船前往瑙克拉提斯。
§28.20.11χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας.
他在那里同样亲切地对待当地居民,并向居住于该地的每个希腊人赠送了一枚金币,随后便向亚历山大里亚进军。
§28.20.12τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν.
他向使节们承诺,待阿里斯泰德斯和塞里斯一行返回他身边时,他将给予答复。
§28.20.13ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —
因为他说他已将这些人派遣至托勒密处,并希望来自希腊的使节们能成为所有事情的知情者和见证人。