§28.17.1οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς.
ハゲポリスの一派はコイントゥスのもとに到着すると、彼がマケドニアのヘラクレイオン近くに陣を敷いているのを見出して、自分たちが受けていた指示について話し合った。
§28.17.2ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἡκόντων ἐπεμέτρησεν.
彼はこれを聞き終えると、自分自身がそのような中傷に耳を傾けるつもりはないと言ったばかりでなく、彼らに対しても、ローマ人に不利なことを敢えて口にする者の言うことを一切容認しないよう勧め、全体として好意に満ちた言葉を数多く付け加えた。
§28.17.3ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων.
彼はこれらのことをロドスの民衆に対しても書き送った。
§28.17.4τοῦ δʼ Ἁγεπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατʼ ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος.
ハゲポリスが会見全体において大いに心を奪われていたので、コイントゥスは彼を個人的に引き寄せ、ロドス人がなぜ現在進行中の戦争を調停しようと試みないのか不思議に思う、とりわけその件は彼らにこそふさわしいことであるのに、と言った。
§28.17.5πότερα δὲ τοῦτʼ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος·
彼がこれを行ったのは、ペルセウスとの戦争が長引く中で、アンティオコスがアレクサンドリアを制圧して彼らにとって厄介な脅威となるのではないかと疑念を抱いていたからだろうか。
§28.17.6ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον·
というのも、当時すでにコイレ・シュリアをめぐる戦争は混乱を極めていたからである。
§28.17.7ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ §28.17.8καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν,
あるいは、ローマの軍勢がマケドニアに陣を構えている中で、ペルセウスとの戦況が今にも決着しようとしているのを見越しており、かつ、将来の結果について明るい希望を持っていたため、ロドス人をそそのかして調停者として名乗り上げさせ、彼らがそのように行動することによって、ローマ人が彼らに対して適切と思われる処分を意のままに下すための好都合な口実をローマ人に与えさせたかったからだろうか。 正確なところを言うのは容易ではないが、私はむしろ後者に述べられたことのほうではないかと思う。
§28.17.9δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετʼ ὀλίγον συμβάντα τοῖς Ῥοδίοις.
その後にロドス人の身に起こった出来事がそれを証明しているからである。
§28.17.10οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν.
一方、ハゲポリスの一派は、そこから直ちにガイウスのもとへと赴き、マルキウスのところでのそれ以上にありとあらゆる過分なほどの好意的な歓待を受け、速やかにロドスへと帰還した。
§28.17.11γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως.
使節の復命報告が行われ、両将軍の言葉による好意と回答による好意的な態度がいずれも甲乙つけがたいほど優れていたので、ロドス人全員が心躍らせ期待に胸を膨らませたが、皆が同じようにというわけではなかった。
§28.17.12οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρʼ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον.
健全な者たちはローマ人の好意を大いに喜んだが、不穏で病的な者たちは、その過分な好意こそ、ローマ人が窮境を恐れており、彼らにとって事態が思うように運んでいないことの兆候であると自分たちの中で推論した。
§28.17.13ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατʼ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, §28.17.14τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους.
さらに、ハゲポリスが友人たちの何人かに対して、戦争の調停について評議会に持ち出すようマルキウスから個人的に指示を受けていたということを、ふと漏らしたことも重なった時に、その時こそまさに、デイノンの一派は、ローマ人が大いなる苦境にあるのだと完全に結論づけた。
§28.17.15ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.
そして、彼らはアンティオコスとプトレマイオスの間で現在進行中の戦争を調停するために、アレクサンドリアにも使節を派遣した。